Prœmium [240 H] Δεδειγμένων οὖν τούτων τὸ ϕιλομαθὲς καὶ σπουδαῖον ἀγάμενος τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς Μεγάλης θαλάσσης σταδιασμὸν ἤτοι περίπλουν δηλῶσαί σοι ἐπακριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ, ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος ἕως Διοσκουρίδος τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ τῆς πρὸς τῇ Χαλκηδόνι κειμένης μέχρις Ἡρακλεωτικῶν στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην γράψας ὧδε καὶ τῶν νήσων τὰ ἐπ’ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι καὶ [63v] τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς καὶ ὁπηλίκαι εἰσὶ καὶ τίσιν ἀνέμοις χρῶνται καὶ ποῖος ὁ πλοῦς, δείξω σοι κατὰ ἀλήθειαν.
[241 H] + Σταδιασμὸς τῆς θαλάσσης
1 [242 H] Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον· λιμήν ἐστι· στάδ(ιοι) βʹ.
2 [243 H] Ἀπὸ Χερσονήσου εἰς Δυσμάς· λιμήν ἐστιν ἀγωγῆς χιλίων οὐ μείζων ζʹ.
3 [244 H] Ἀπὸ Δυσμῶν εἰς Βλινθίνην· σάλος ἐστίν· ὁ τόπος ἀλίμενος· στάδ(ιοι) ϟ ʹ.
4 [245 H] Ἀπὸ Βλινθ(ίνης) ἐπὶ τὸ ποσιριον· πόλις ἐστὶν ἀλίμενος· ἱερὸν τοῦ Ὀσίριδος· στάδ(ιοι) ζʹ.
5 [246 H] Ἀπὸ τοῦ ποσιριου ἐπὶ τὸ Χῖ· κώμη ἐστίν· βράχη ἐπιϕαινόμενα· στάδ(ιοι) ζʹ.
6 [247 H] Ἀπὸ τὸ Χῖ ἐπὶ τὸν Γλαῦκον· στάδ(ιοι) πʹ.
7 [248 H] Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίϕρας· σάλος ἐστὶν ὁ τόπος· στάδ(ιοι) πʹ.
8 [249 H] Ἀπὸ τὸ Ἄντιϕρον ἐπὶ τὸ Δέρρ(oν)· ὕϕορμός ἐστι θερινὸς καὶ ὕδωρ ἔχει· στάδ(ιοι) ζʹ.
9 [250 H] Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεϕύρον· λιμήν ἐστι καὶ σάλος ἔχει· στάδ(ιοι) υʹ.
10 [251 H] Ἀπὸ τοῦ Ζεϕύρου εἰς Πεζώνην στάδ(ιοι) ριʹ. Ἀπὸ σταδίων * ταύτης σκόπελός ἐστι καὶ καλεῖται Μύρμηξ· [64r] καὶ ἀκρωτήριον καὶ καλεῖται Τραχέα.
11 [252 H] Ἀπὸ Πεζώνης εἰς τὸν Πνιγέον στάδ(ιοι) ζʹ· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.
12 [253 H] Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδ(ιοι) ρμʹ· νησία εἰσὶ dίδυμα· ὕϕορμος ὑπ’ αὐτά· βάθος ϕορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῷ ϕάραγγι.
13 [254 H] Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδ(ιοι) ζʹ· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.
14 [255 H] Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδ(ιοι) κʹ· νησίον παράκειται ἐκεῖ ταπεινόν, ἀπέχον ἀπὸ τῆς γῆς σταδ(ίους) βʹ· ὕϕορμός ἐστι ϕορτηγοῖς τοῖς ἀϕ’ ἑσπέραν ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.
15 [256 H] Ἀπὸ Λευκῆς ἀκτῆς ἐπὶ Ζύγρην στάδιοι ζʹ· νησίον ἐστίν· εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.
16 [257 H] Ἀπὸ Ζυγρέων εἰς Λαδαμάντην στάδιοι κʹ· νῆσος ἱκανὴ [64v] παράκειται μεγάλη· αὐτὴν ἔχων δεξιὰ<ν> κατάγου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.
17 [258 H] Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδ(ιοι) μʹ· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕϕορμον.
18 [259 H] Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδ(ιοι) oʹ· ἄκρα ἐστὶ παχεῖα ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον, ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ καὶ ὕδωρ ἔχει ὑπὸ <τὸ> δένδρον· ϕυλάσσου νότον.
19 [260 H] Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδ(ιοι) ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ οὐκ ἔχον ὕϕορμον καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνον<τες> εἰς τὸ πέλαγος· ταύτην κάμψας ὄψει τὴν πόλιν Παραιτόνιον.
[261 H] Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παρατόνιον στάδ(ιοι) ͵αφνʹ.
20 [262 H] Ἀπὸ Παρατονίου εἰς Δελϕῖνας στάδ(ιοι) ζʹ.
[263 H] Ἀπὸ Δελφῖνας ἐπὶ τὸ Ζεϕύριν στάδ(ιοι) ζʹ· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ · καὶ ὕδωρ ἔχει.
21 [264 H] Ἀπὸ τοῦ Ζυϕύρου καὶ τῶν Δελϕίνων ἐπὶ Νάυτην στάδ(ιοι) λʹ· κώμη ἐστί· ταύτην πλέεις σταδ(ιοι) κʹ· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ.
22 [265 H] [65r] Ἀπὸ τοῦ Ναύτιος εἰς Νήσους στάδ(ιοι) ζʹ.
23 [266 H] Ἀπὸ τῶν Νήσων εἰς Λινύδας στάδ(ιοι) οʹ· ἄκρα ἐστὶν ἔχουσα ὕϕορμον· ἔχει δὲ ἐκ δεξιῶν βράχη· καθορῶν τὸ βράχος κατάγου.
24 [267 H] Ἀπὸ Λινύδος ἐπὶ Ἀζὺ στάδ(ιοι) νʹ.
25 [268 H] Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Δαρείου στάδ(ιοι) ρκʹ· σκόπελοί εἰσιν· ὑπὸ τούτους ἐστὶ ϕορτηγοῖς ἀγκυροβολία.
26 [269 H] Ἀπὸ σκοπέλων ἐπὶ τὸ Χαυταῖον στάδ(ιοι) ρμʹ· ὕϕορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.
27 [270 H] Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδ(ιοι) ρμʹ.
28 [271 H] Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύϕοραν στάδ(ιοι) σʹ· ὕϕορμός ἐστι θερινός· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ καὶ ἐπὶ θαλάσσης σκόπελον.
29 [272 H] Ἀπὸ Ἐννησυϕόρας εἰς Καβάθλιον στάδ(ιοι) ρκʹ· χώρα ἐστὶν ὑψηλή. λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν τῇ πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος· ἐν τῷ φρουρίῳ ὄμβριον.
30 [273H] Ἀπὸ Καβαθλίου εἰς Πετράοντα στάδ(ιοι) ρνʹ. Παραπλεύσας ὡς σταδίους λʹ ὄψει παρεμϕαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ’ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος [65v] ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.
Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετρεύοντος Συκῆς στάδ(ιοι) ͵ασʹ.
Λοιπὸν Μαρμαρική
31 [274 H] Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδ(ιοι) λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.
32 [275 H] Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδ(ιοι) ρνʹ· ϕάραγξ ἐστί, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπ’ αὐτοῦ συκαῖ. ὅρμος ἐστὶ καλός· ὕδωρ ἔχει γλυκύ.
33 [276 H] Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετρεύοντα ⟨στάδ(ιοι) μʹ⟩· ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν.
34 [277 H] Ἀπὸ Πετρεύοντος ἐπὶ τὴν Κάρδαμην στάδ(ιοι) ρνʹ· ὅρμο(ς) ἐστίν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπ’ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.
35 [278 H] Ἀπὸ τῆς Καρδάμωσεως εἰς Μενέλαον στάδ(ιοι) ρʹ· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.
36 [279 H] Ἀπὸ Μενελάου εἰς Κατανέας στάδ(ιοι) οʹ· προσφε-[66r]ρόμενος ὄψει θῖνα λευκήν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.
37 [280 H] Ἀπὸ Κατανέων εἰς Πυρθμάνιον στάδ(ιοι) ρνʹ· ἀπὸ σταδίων ὀκτὼ παράπλεε – ἔχει γὰρ βράχη ὑψηλὰ· καὶ ὕδωρ.
38 [281 H] Ἀπὸ Πυρθμανίου εἰς Ἀντίπυργον στάδ(ιοι) σκʹ· ὅρμος ἐστὶ θερινός· νῆσος δέ ἐστι καὶ κατ’ αὐτὴν πύργος· ἱερὸν τοῦ Ἄμμωνος· ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας.
39 [282H] adiecit Müller.
40 [283 H] Ἀπὸ τοῦ Μικροῦ Πετρεύοντος εἰς τὸν Βάτραχον στάδ(ιοι) λʹ· ὕϕορμός ἐστι θερινός· ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.
41 [284 H]Ἀπὸ τοῦ Βατράχου εἰς Σταδαίαν στάδ(ιοι) σνʹ· πρὸς τῷ πελάγει κεῖται νῆσος καλουμένη Σιδωνία – ἔχει ὕϕορμον θερινὸν ϕορτηγοῖς – ἀπὸ σταδίων λʹ· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ.
42 [285 H] Ἀπὸ Πλατέος εἰς τὸ Παλίουρον <στάδιοι ->· ὕδωρ ἔχει πλατύ.
43 [286 H] Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδ(ιοι) ϟʹ· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιεʹ.
44 [287 H] Ἀπὸ τῆν Φαίας εἰς τὸν Διόνυσον στάδ(ιοι) ϟʹ· ἐντεῦθεν ἀριστερᾷ κατάγου.
45 [288 H] Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδ(ιοι) ϟʹ.
46 [289 H] [66v] Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ναζάρην στάδ(ιοι) ρʹ· ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί, ὕδωρ ἔχουσαι καὶ ποταμὸν μέγαν.
47 [290 H] Ἀπὸ τῆς Ναζαρίδος † παραπλευσας τὰ πατάγαια † εἰς Ζαρινὴν στάδ(ιοι) ρνʹ.
48 [291 H] Ἀπὸ Ζαρινῆς ἐπὶ τὸ Ζεϕύριον στάδ(ιοι) ρνʹ· ἄκρα ἐστὶ δασεῖα· ὕϕορμός ἐστι θερινός.
49 [292 H] Ἀπὸ τοῦ Ζεϕυρίου εἰς Χέρσην στάδ(ιοι) οʹ· ἀναμέσον τοῦ Ζεϕυρίου καὶ τοῦ Χερσίου ἀπέχων σταδίους ιʹ· ἔστιν ὅρμος Ἀϕροδισίας καλούμενος· ἔστι δ’ ἐπ’ αὐτῷ ἱερὸν Ἀϕροδίτης.
50 [293 H] Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὸ Ἐρυθρὸν στάδ(ιοι) ϟʹ· κώμη ἐστίν.
51 [294 H] Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδ(ιοι) οʹ· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.
52 [295 H] Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδ(ιοι) ρκʹ.
[296 H] Πάντες ὁμοῦ ἀπὸ Παρετονίου εἰς Ἀπολλωνιάδα στάδ(ιοι) ͵γϕνʹ.
Λοιπὸν Κυρήνη
53 [297 H] Ἀπὸ Ἀπολλωνιάδος εἰς Φοινικοῦντα στάδ(ιοι) ρʹ· †κώμην ἔχει ὁρμίζουσαν† ὑπ’ αὐτ(ὸν) τοῖς ἀϕ’ ἑσπερίου ἀνέμοις· ὅρμος ἐστὶ θερινός καὶ <ἔχει> ὕδωρ.
54 [298 H] Ἀπὸ Φοινικοῦντος εἰς Ναυσίδα στάδ(ιοι) ρϟʹ· [67r]κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ.
55 [299 H] Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδ(ιοι) σνʹ· πόλις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος καὶ νῆσον ἔχει· Ἴλος καλεῖται· ἀσϕαλίζου.
56 [300 H] Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειραν στάδ(ιοι) σνʹ· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία· αὕτη καλεῖται Ἀρσινόη.
57 [301 H] Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδ(ιοι) τνʹ. Ὁ πλοῦς κάμπτεται· πλεύσαντες σταδίους ϟʹ ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἑσπέραν· παράκειται δὲ βράχη μετέωρα· ϕυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν μέλαν[ον]· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς.
[302 H] Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς βερνικίδα στάδ(ιοι) ͵αρνʹ.
Λοιπὸν Σύρτις Κυρηναίων
58 [303 H] Ἀπὸ βερνικίδος εἰς τὰ Ῥίνια στάδ(ιοι) ξʹ.
59 [304 H] Ἀπὸ Ῥίνον ἐπὶ τὸν Πῖθον στάδ(ιοι) ιʹ.
60 [305 H] Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στά(διον) α𐅵 ʹ· ὅρμος ἐστὶ θερι-[67v]νός· αἰγιαλὸς βαθύς.
61 [306 H] Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἅλας στάδ(ιοι) ψιʹ· αἰγιαλός ἐστιν.
62 [307 H] Ἀπὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδ(ιοι) νʹ· ἀκρωτήριόν ἐστιν ἔχον ὕϕορμον.
63 [308 H] Ἀπὸ τοῦ Βορείου εἰς Χέρσην στάδ(ιοι) ρμʹ· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ ϕρουρίου.
Σύρτις Κυρήνης
64 [309 H] Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὴν Ἀμάστορος στάδ(ιοι) ριʹ.
65 [310 H] Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδ(ιοι) πʹ.
66 [311 H] Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδ(ιοι) ζʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλέους ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει.
67 [312 H] Ἀπὸ τοδρέπανον ἐπὶ τὸ Σεραπεῖον στάδ(ιοι) ρʹ· παράδρομον ὄψει θῖνα λευκὴν μεγίστην, ἀφ’ οὗ, ἂν ὀρύξῃς, ἔχει ὕδωρ γλυκύ.
68 [313 H] Ἀπὸ τοῦ Σεραπείου εἰς Διαροάδα στάδ(ιοι) νʹ.
69 [314 H] Ἀπὸ Διαροάδος ἐπὶ τὸν Ἄπιν στάδ(ιον) αʹ· ὕϕορμός ἐστιν.
70 [315 H] Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδ(ιοι) ρνʹ· ϕρούριόν ἐστιν ἔρημον· ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.
71 [316 H] [68r] Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδ(ιοι) οʹ· [ὁ] αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρᾳ περιϕερής· ὕδωρ ἔχει.
72 [317 H] Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τῶν ὑφάλων στάδ(ιοι) οʹ· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.
73 [318 H] Ἀπὸ τῶν Ὑϕάλων ἐπὶ τὸν Σκοπελίτην στάδ(ιοι) πʹ· σκόπελός ἐστιν ἀπὸ τῆς γῆς σταδ(ιοι) ιεʹ ὑψηλὸς ὅμοιος ἐλέϕαντι.
74 [319 H] Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα <ἐ>ν σταδ(ίοις) βʹ νῆσός ἐστιν ὑψηλή. Ποντία καλεῖται.
75 [320 H] Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν <ἐν> σταδ(ίοις) ζʹ νῆσός ἐστι καλουμένη Μαῖα καὶ ὑπ’ αὐτῆς ὕϕορμος· ὕδωρ ἔχει ἀνακτόν.
76 [321 H] Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδ(ιοι) νʹ.
77 [322 H] Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κορκόδειλον στάδ(ιοι) πʹ· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.
78 [323 H] Ἀπὸ τοῦ Κορκοδείλου ἐπὶ τὸ Βόρειον στάδ(ιοι) πδʹ· κώμη ἐστί· ϕρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός· ὕδωρ ἔχει.
79 [324 H] Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδ(ιοι) κʹ· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.
80 [325 H] Ἀπὸ τοῦ Ἀντιδρεπάνου [68v] ἐπὶ τὸ Μένδριον στάδ(ιοι) νʹ· ἄνυδρός ἐστιν.
81 [326 H] Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδ(ιοι) ρκʹ· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς ἄνυδρος δέ.
82 [327 H] Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδ(ιοι) ριʹ· αἰγιαλός ἐστιν.
83 [328 H] Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακας στάδ(ιοι) ρπʹ.
84 [329 H] Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλημων βωμοὺς στάδ(ιοι) ρπεʹ· ὅρμος ἐστὶ θερινὸς καλὸς καὶ ὕδωρ ἔχει. Ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ χώρα.
[330 H] Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικιδος ἕως Φιλήμων βωμοὺς στάδ(ιοι) ͵β.
Λοιπὸν Σύρτις Μεγάλη
85 [33 1H] Ἀπὸ Φιλήμων βωμους ἕως Φιλίππου ἄκρας στάδ(ιοι) υʹ· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕϕορμον καὶ ὕδωρ.
86 [332 H] Ἀπὸ Φιλίππου ἄκρας ἐπὶ τὸν ῎Επηρον στάδ(ιοι) τνʹ· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι ϕρούριον βαρβάρων.
87 [333 H] Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδ(ιοι) ρνʹ.
88 [334 H] Ἀπὸ Κόρακος εἰς Εὐϕραντὰς στάδ(ιοι) σʹ· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.
89 [335 H] [69r] Ἀπὸ Εὐϕραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδ(ιοι) ρνʹ.
90 [336 H] Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδ(ιοι) τνʹ.
91 [337 H] Ἀπὸ Ἀσπίδος εἰς Ταριχαίας στάδ(ιοι) τνʹ.
92 [338 H] Ἀπὸ Ταριχαίων ἐπὶ Κεϕαλὰς στάδ(ιοι) υʹ.
93 [339 H] Προσϕερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν νησία ἔχουσαν. Ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιαν καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει· ἀσϕαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου· αὕτη καλεῖται Λέπτης.
[340 H] Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλίππων βομοῦ εἰς Λέπτην τὴν Μεγάλην στάδ(ιοι) ͵δσʹ.
94 [341 H] Ἀπὸ Λέπτεων ἐπὶ τὸν Ἑρμαῖον στάδ(ιοι) εʹ· ὅρμος ἐστὶ πλοίοις μικροῖς.
95 [342 H] Ἀπὸ Ἑρμαίου εἰς τὰ Ἄφορα στάδ(ιοι) τʹ· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται Νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ.
96 [343 H] Ἀπὸ τῶν Ἀφορῶν ἐπὶ τὸν Ἀμαραίαν στάδ(ιοι) μʹ, πύργος ἐστὶ, ὕϕορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται.
97 [344 H] [69v] Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδ(ιοι) μʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
98 [345 H] Ἀπὸ Μεγερθέων εἰς Μακαραίαν στάδ(ιοι) υʹ.
99 [346 H] Ἀπὸ Μακαραίας εἰς Σαράθραν στάδ(ιοι) υʹ· πόλις ἐστὶν ἀλίμενος· σάλος ἔχει.
Λοιπὸν Σύρτις Μικρά
100 [347 H] Ἀπὸ Ἀλάθρης ἐπὶ Λοκροὺς στάδ(ιοι) τʹ· κώμη ἐστὶ καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.
101 [348 H] Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδ(ιοι) τʹ· ϕρούριον ἔχον πύργον· ὁ δὲ πύργος <—> λιμήν ἐστι ἐπίσημος.
102 [349 H] Ἀπὸ Ζεύχαριν ἐπὶ Γέργην στάδ(ιοι) τνʹ· πύργος ἐστὶ καὶ ϕρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.
103 [350 H] Ἀπὸ Γεργέων εἰς Μήνιγγα στάδ(ιοι) ρνʹ· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους ηʹ· ἔχει δὲ πόλεις ἱκανάς. Μητρόπολις δέ ἐστιν. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοϕάγων νῆσος. ῎Εστι δὲ ἐν αὐτῇ βωμὸς Ἡρακλέους· Mέγιστος καλεῖται. ῎Εστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει.
[351 H] Οἱ πάντες ὁμοῦ ἀπὸ Λεπτέως εἰς Μήνιγγα στάδ(ιοι) ͵βτʹ.
104 [352 H] [70r] Ἀπὸ Μήνιγγος εἰς τὴν Ἤπειρον στάδ(ιοι) σʹ· πόλις ἐστί, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ.
105 [353 H] Ἀπὸ δὲ τῆς Γέργεων εἰς Κιδιϕθαν στάδ(ιοι) ρπʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
106 [354 H]adiecit Müller.
107 [355 H] Ἀπὸ Bακάτης εἰς Νεάπολιν στάδ(ιοι) ρʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
108 – 109 [356 – 357 H] adiecit Müller.
110 [358 H] Ἀπὸ Ἀγχολῆς εἰς Ἀλιπόταν στάδ(ιοι) ρκʹ.
111 [359 H] adiecit Müller.
112 [360 H] Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ <δὲ> τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. τῇ δὲ Ἀγχόλα καὶ τῇ Ἀλιπότα καὶ τῇ Κιδιϕθὰ ἐπίκειται Κέρκινα ἡ νῆσος ἀπέχουσα σταδίους ρκʹ· ἀπὸ δὲ τῆς Λωτοφάγου, ἥπερ ἐστὶ Μῆνιξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδ(ιοι) ψνʹ. Ἀπὸ Θύθνης εἰς Κέρκιναν κατὰ πόλιν στάδ(ιοι) *. Βράχη ἐστὶ ϕερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θαψόν, στάδ(ιοι) ψʹ· ἔχει δὲ νῆσον καλὴν πελαγίαν κειμένην κατὰ Θαψὸν πρὸς βορρᾶν ἀπέχουσαν σταδ(ίους) πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκάριον πέλαγος.
[70v] + Λοιπὸν Φοινίκη
113 [361 H] Ἀπὸ Θάψους εἰς Λέπτην τὴν μικρὰν στάδ(ιοι) ροʹ· πόλις μικρά ἐστιν. Καταϕανῆ ἔχει βραχέα καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ.
114 [362 H] Ἀπὸ Λεπτέων εἰς Θερμὰς στάδ(ιοι) ξʹ· κώμη ἐστί· τὸν δ’ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.
115 [363 H] Ἀπὸ Θερμῶν πλεύσας σταδ(ίους) μʹ ὄψει ἀκρωτήριον ἐπ’ αὑτῷ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕϕορμός ἐστιν.
116 [364 H] Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μʹ· ἀλίμενος.
117 [365 H] Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στάδ(ιοι) ϕʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιϕανὲς οἷον ἀσπίς. Ἐπ’ αὐτὴν πλέε τὴν ἄρκτον παραϕαίνων ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκϕανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπ’ αὐτῇ Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδ(ιοι) σʹ· ὑψηλός ἐστιν ὁ τόπος καὶ ἐπ’ αὐτὸν ἡ πόλις ἔχει λιμένα πρὸς ζέϕυρον ἀπὸ σταδίων ιʹ ἀνώτερον τῆς πόλεως.
118-120 [366-368 H] [71r] Ἀπὸ Ἀσπίδος ἐπὶ Θερμὰ στάδ(ιοι) ξʹ· κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.
121 [369 H] Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδ(ιοι) ρξʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει
122 [370 H] Ἀπὸ Κάρπην εἰς Μάξυλαν στάδ(ιοι) κʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
123 [371 H] Ἀπὸ Μαξύλων εἰς τὸν Γαλάβραντα στάδ(ιοι) νʹ· ὅρμος ἐστὶν ἕως α’ μ(υριάδα) μωδίων ἀγωγῆς.
124 [372 H] Ἀπὸ τοῦ Γαλάβραντος εἰς Χαλκηδόνα στάδ(ιοι) ρκʹ· πόλις ἐστὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστί· δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα.
[373 H] Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοϕάγων νήσου ἕως εἰς Χαλκηδ(όνα) στάδ(ιοι) ϕνʹ.
125 [374H] Ἀπὸ δὲ Χαλκηδόνος εἰς Κάστρα Κορνηλίων στάδ(ιοι) τγʹ· λιμήν ἐστι παραχειμαστικός, ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.
126 [375 H] Ἀπὸ Κάστρων Κορνηλίας εἰς Οὔστικα στάδ(ιοι) κδʹ· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει· ἀσϕαλίζου.
127-128 [376-377H] Ἀπὸ Οὐστίκων εἰς Καρνας στάδ(ιοι) κδʹ· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς· ἀσϕαλῶς κατάγου.
129 [378-379 H] Ἀπὸ Καρνων ἐπὶ χωρίον ἐπ’ ἀκρω-[71v]τήριον καλούμενον Βαλανέας στάδ(ιοι) σʹ.
130 [380 H] Ἀπὸ ἀκρωτηρίου Βαλανέων ἐπ’ ἀκρωτήριον Πάλτον στάδ(ιοι) ϟʹ.
131 [381 H] Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντες ἐπ’ ἀκρωτήριον Βραγχίων στάδ(ιοι) ιʹ.
132 [382 H] Ἀπὸ δὲ Βαλανέων ἄκρας ἐπ’ εὐθείας εἰς Πάλτον στάδ(ιοι) σʹ.
[383 H] Οἱ πάντες ἐκ Πτολεμαΐδος παρὰ γῆν παραπλέοντες † εἰσελθεῖν† εἰς Πάλτον στάδ(ιοι) ͵βʹ.
Καὶ Λοιπὸν Κοίλη Συρία
133 [384 H] Ἀπὸ Πάλτου ἐπὶ χωρίον Πελληταν στάδ(ιοι) λʹ.
134 [385 H] Ἀπὸ Πελλήτων ἐπὶ λιμένα κείμενον ἐπ’ αἰγιαλῷ ἔχοντι καθ’ αὑτὸν ϕάραγγα στάδ(ιοι) κʹ.
135 [386 H] Ἀπὸ Πελλήτων εἰς Ταλβας στάδ(ιοι) λʹ.
136 [387 H] Ἀπὸ Ταλβῶν εἰς ποταμὸν πλωτὸν καλούμενον * στάδ(ιοι) μʹ.
137 [388 H] Ἀπὸ ⟨τοῦ⟩ πλωτοῦ ποταμοῦ εἰς ἄκραν, ἐϕ’ ἧς κεῖται πόλις Λαοδίκεια, στάδ(ιοι) σʹ· ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδ(ιοι) οʹ· ἀπὸ Βαλανεῶν εἰς Λαοδίκειαν εὐθυδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠῶ τῆς ἄρκτου στάδ(ιοι) σʹ.
138 [389 H] Ἀπὸ Λαοδικείας εἰς Ἡρακλέαν στάδ(ιοι) κʹ.
139 [390 H] Κάμψαντι δὲ τὸ ἀκρωτήριον [72r] λιμήν ἐστι καλούμενος Λευκός· στάδ(ιοι) λʹ.
140 [391 H] Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερίαν στάδ(ιοι) λʹ.
141 [392 H] Ἀπὸ τῆς κώμης ἐπ’ ἄκραν Πόλιαν καλουμένην στάδ(ιοι) ρκʹ.
142 [393 H] Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδ(ιοι) ρʹ.
143 [394 H] Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδ(ιοι) τʹ· ὑπὲρ ἧς ἐστιν ὄρος ὑψηλὸν καλούμενον Θρόνος.
144 [395 H] Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸ Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδ(ιοι) ξʹ.
145 [396 H] Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδ(ιοι) ιʹ.
146 [397 H] Ἀπὸ Μακρὰν νῆσον ἐπὶ τὸ Νυμϕαῖον στάδ(ιοι) νʹ.
Ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ Κασίου· τοῦτον τὸν τ[ρ]όπον παράπλεε ἀπὸ τῆς γῆς σταδ(ίοις) κʹ.
147 [398 H] Ἀπὸ τοῦ Νυμϕαίου ἐπὶ πόλιν Ἀντιόχειαν ἔχουσαν ἐμπόριον καὶ παρ’ αὑτὴν ποταμὸν Ὀρέτην καλούμενον στάδ(ιοι) υʹ. ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιεʹ.
148 [399 H] Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδ(ιοι) μʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς Σελεύκειαν πνεόντι ζεϕύρῳ στάδ(ιοι) ριʹ.
149 [400 H] Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδ(ιοι) ρμβʹ.
150 [401 H] [72v] Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσσαίων κόλπον στάδ(ιοι) τʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου ἀκρωτηρίου ἐπὶ τὸν κόλπον οὐριώτατα στάδ(ιοι) σʹ.
151 [402 H] Ἀπὸ Ῥώσσου Τερδνίας εἰς πόλιν Μυρίανδριον στάδ(ιοι) ϟʹ.
152 [403 H] Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατ’ Ἴσσον στάδ(ιοι) ρκʹ.
153 [404 H] Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στάδ(ιοι) σʹ.
[405 H] Ὁμοῦ οἱ πάντες ἀπὸ Πάλτου ἕως τῶν Κιλικίων πυλῶν στάδ(ιοι) ͵βϕʹ.
Λοιπὸν Κιλικία
154 [406 H] Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδ(ιοι) ρκʹ· †τοῦτό† ἐστιν ὑπερβῆναι εἰς τὸν τόπον εἰς πόλιν.
155 [409 H] Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἀμινσὸν στάδ(ιοι) ψʹ.
156 [408 H] Ἀπὸ Ἀμινσοῦ εἰς τὰς Ἀμμωνιακὰς πύλας ἐν τῷ κοιλοτάτῳ τοῦ κόλπου στάδ(ιοι) ϟʹ.
157 [409 H] Ἀπὸ τῶν Πυλῶν εἰς κώμην ἄλλην στάδ(ιοι) νʹ· ἀπὸ τοῦ Μυριάνδρου οὐριοδρομοῦντος στάδ(ιοι) ρʹ.
158 [410 H] Ἀπὸ τῶν ἄλλων εἰς πόλιν Αἰγαίας στάδ(ιοι) ρʹ· ἀπὸ δὲ τοῦ Μυριάνδρου εἰς Αἰγαίας εὐθυδρομοῦντι ἐπὶ τὸν πόλον νότῳ στάδ(ιοι) ρʹ.
159 [411 H] 1. Ἀπὸ Αἰγαίων ὁ παράπλους κρημνώδης ἐπὶ κώμην Σερετίλην σταδ(ίων) ρνʹ.
2. Ἀπὸ δὲ Ῥωσοῦ εὐθυδρομοῦντι ἐπὶ τὴν Σερετίλην τὸν πόλον νότῳ στάδ(ιοι) σνʹ.
[73r] 3. Κατὰ δὲ τὴν Σερετίλλην κώμη ἐπάνω Πύραμος καλεῖται καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμενον Πάριον ἀπὸ σταδ(ίων) ξʹ.
160 [412 H] Ἀπὸ τῆς Σερετίλλεως εἰς κώμην ἐπάκραν Ἰανουαρίαν στάδ(ιοι) ͵α.
161 [413 H] Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους νήσους στάδ(ιοι) λʹ.
162 [414 H] Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδ(ιοι) ρʹ.
163 [415 H] Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πύραμον ποταμόν στάδ(ιοι) ρνʹ.
164 [416 H] 1. Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεϕαλὴν καλοῦσι στάδ(ιοι) οʹ.
2. παρὰ τὸ ἀκρωτήριον ποταμός ἐστι πλωτός· Πύραμος καλεῖται.
3. Ἀπὸ τοῦ Σκοπέλου δὲ μὴ κατακολπίζοντι, ἀλλ’ ἐπ’ εὐθείας πλέοντι εἰς Ἀντιόχειαν † ἔπειτα πρὸς ἀνατολὴν τῆς ἠπείρου † νότῳ τὰ εὐώνυμα μακρὸν διαραμένῳ στάδ(ιοι) τνʹ.
165 [417 H] Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σώλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου νότῳ μικρῷ παρέλκας στάδ(ιοι) ϕʹ.
166 [418 H] Ἀπὸ τῆς Κεϕαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποταμὸν Ἄρειον στάδ(ιοι) ρκʹ.
167 [419 H] Ἀπὸ Ἀρείου ποταμοῦ ἐπὶ στόμα τῆς λίμνης, ὃ καλεῖται Ῥηγμοί, στάδ(ιοι) οʹ.
168 [420 H] Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδ(ιοι) οʹ. Ῥέει δὲ <διὰ> μέσης τῆς πόλεως ποταμὸς Κύδνος.
169 [421 H] Ἀπὸ Ταρσοῦ ἐπὶ χωρίον Ζεϕύριον στάδ(ιοι) ρκʹ.
170 [422 H] adiecit Müller.
171 [423 H] Ἀπὸ δὲ Σώλων ἐπὶ κώμην Καλανθίαν στάδ(ιοι) νʹ.
172 [424 H] [73v] Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαοῦντα στάδ(ιοι) ρʹ.
173 [425 H] Ἀπὸ Σελαούσης εἰς κώμην καλουμένην Κώρυκον στάδ(ιοι) κʹ. Ἀπὸ δὲ Σόλων εἰς Κώρυκον στάδ(ιοι) σπʹ· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἀκρωτήριον Κωρύκιον καλούμενον σταδ(ίους) ρʹ.
174 [426 H] Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Καλὸν Κορακήσιον στάδ(ιοι) ρκεʹ.
175 [427 H] Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὴν Ποικίλην Πέτραν, ἥτις ἔχει κλίμακα, δι’ ἧς ἐστιν ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Λύκου σταδ(ίων) οʹ.
176 [428 H] Ἀπὸ τῆς κλίμακος ἐπὶ τὸν ποταμὸν Καλύδνον στάδ(ιοι) μʹ.
177 [429 H] Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη στενὴν Σαρπηδονίαν καλουμένην στάδ(ιοι) πʹ. Ἀπ’ αὐτῆς ἀνατείνοντα βράχεα ὡς –ἀπὸ τῆς Σαρπηδονίας – σταδ(ίους) κʹ.
178 [430 H] Ἀπὸ τῆς ἄκρας ἔγγιστα πρὸς τὴν Κύπρον εἰς πόλιν Καρπασίαν οὐριώτατα στάδ(ιοι) υʹ.
179 [431 H] Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στάδ(ιοι) ρκʹ.
180 [431 H] Ὁμοίως καὶ εἰς Σώλους στάδ(ιοι) ρκʹ.
181 [432 H] Ἀπὸ δὲ τῶν ὁρμῶν ἐπ’ ἄκραν καὶ κώμην καλουμένην Μύλας στάδ(ιοι) μʹ.
182 [434 H] Ἀπὸ τῆς ἄκρας ἐπὶ λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδ(ιοι) ξʹ.
183 [435 H] Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδ(ιοι) κʹ.
[436 H] Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν ἐπίτομον στάδ(ιοι) ϕʹ.
184 [437 H] [74r] Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσαν στάδ(ιοι) ρλʹ. Άπέχει ἡ Πιτυοῦσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μύλῃ σταδ(ίους) κʹ. Ἀπὸ τῶν ἀκρῶν τῆς Πιτυούσης πρὸς τὴν Ἀϕροδισιάδα στάδ(ιοι) μεʹ.
185 [438 H] Ἀπὸ Ἀϕροδισιάδος ἐκ τῶν εὐωνύμων [ὑμῶν] ἔχοντι τὴν Πιτυοῦσαν ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεϕύριον, στάδ(ιοι) μʹ· ἀπὸ τοῦ Ζεφυρίου ἐπ’ ἄκραν καὶ πόλιν Ἀϕροδισιάδα στάδ(ιοι) μʹ. Ἀπὸ δὲ τῆς Σαρπηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς ἐπὶ τὴν καρκίνου δύσιν σταδ(ίων) ρκʹ.
186 [439 H] Ἡ δὲ Ἀϕροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς τὴν Αὐλιῶνα ἀκτὴν κατὰ πρύμναν ἔχοντι τὰ μέρη τῆς ἄρκτου στάδ(ιοι) ϕʹ.
187 [440 H] Ἀπὸ Ἀϕροδισιάδος ἐπὶ χωρίον καλούμενον Κίϕισον <καὶ Μέλανα ποταμὸν> στάδ(ιοι) λεʹ.
188 [441 H] Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κραύνους στάδ(ιοι) μʹ.
189 [442 H] Ἀπὸ τῶν Κραυνῶν ἐπὶ τὰ Πισούργια εὐώνυμα ἔχοντι τὴν Κράμβουσαν στάδ(ιοι) μεʹ. Ἀπὸ τῆς Ἀϕροδισιάδος ἐπὶ τὰ Πισούργια στάδ(ιοι) ρκʹ.
190 [443 H] Ἀπὸ τῶν Πισουργιῶν εἰς κόλπον Βερνίκην στάδ(ιοι) νʹ.
191 [444 H] adiecit Müller.
192 [445 H] Ἀπὸ Κελεν-[74v]δέρεως εἰς Μανδάνην στάδ(ιοι) ρʹ.
193 [446 H] Ἀπὸ Μανδάνης ἐπ’ ἀκρωτήριον Ποσείδιον καλούμενον στάδ(ιοι) ξʹ.
194 [447 H] Ἀπὸ Μανδάνης ἐπὶ τὰ Διονυσιοϕάνους στάδ(ιοι) λʹ.
195 [448 H] Ἀπὸ Διονυσιοϕάνους εἰς Ῥυγμανοὺς στάδ(ιοι) νʹ.
196 [449 H] Ἀπὸ Ῥυγμανῶν εἰς Ἀνεμούριον στάδ(ιοι) νʹ.
197 [450 H] Ἀπὸ Ἀνεμουρίου ἐπὶ τὰ τῆς Κύπρου ἔγγιστα, ἐπὶ Κρόμμω ἄκρα, στάδ(ιοι) τʹ.
198 [451 H] Ἀπὸ δὲ Ἀνεμουρίου εἰς Πλατανοῦντα στάδ(ιοι) τνʹ.
199 [452 H] Ἀπὸ Πλατανοῦντος ἐπὶ χωρίον Χάραδρον στάδ(ιοι) τνʹ. Ὑπὲρ δὲ Χαράδρου κεῖται ὄρος μέγα Ἄνδροκος καλούμενον ἀπὸ σταδ(ίων) λʹ.
200 [453 H] Ἀπὸ τοῦ Χαράδρου ἐπὶ χωρίον Κράγον καλούμενον στάδ(ιοι) ρʹ.
201 [454 H] Ἀπὸ τοῦ Κράγου ἐπὶ χωρίον ‘ἐπὶ θαλάσσης Ζεφελίοις ’, στάδ(ιοι) κεʹ.
202 [455 H] Ἀπὸ τοῦ Ζεφελιου ἐπὶ ἄκραν Νησιαζούσης στάδ(ιοι) πʹ.
203 [456 H] Ἀπὸ Νησιαζούσης ἄκρας εἰς Σεληνοῦντα στάδ(ιοι) ρʹ.
204 [457 H] Ἀπὸ Σεληνοῦντος ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδ(ιοι) ͵ασʹ.
205 [458 H] Ἀπὸ δὲ Ἀκάμαντο(ς) εἰς Ναύλους στάδ(ιοι) ρκʹ.
206 [459 H] Ἀπὸ τῶν Ναύλων ἐπὶ χωρίον λεγόμε(νον) ‘ἐπὶ θαλάσσης Λαέρτου’ στάδ(ιοι) τκʹ.
207 [460 H] [75r] Ἀπὸ Λαέρτου εἰς Κορακήσιον στάδ(ιοι) ρʹ.
208 [461 H] Ἀπὸ Κορακησίου εἰς Ἀννησιν ἐπὶ χω(ρίον) ἀνάξιον στάδ(ιοι) πʹ.
209 [564 H] Ἀπὸ Ἀναξίων εἰς χωρίο(ν) καλούμενον Αὐγὰς στάδ(ιοι) οʹ.
210 [465 H] Ἀπὸ Αὐγῶν ἐπ’ ἀκρωτήριον Λευκόθειον στάδ(ιοι) νʹ.
211 [466 H] Ἀπὸ Λευκοθείου εἰς Κύβερναν στάδ(ιοι) νʹ.
212 [465 H] Ἀπὸ Κυβέρνης ἐπὶ Ἀρτέμιδος ναοῦ στάδ(ιοι) νʹ.
213 [466 H] Ἀπὸ Ἀρτέμιδος ναοῦ ἐπὶ ποταμὸν πλωτὸν Μέλανον στάδ(ιοι) θʹ.
[467 H] Γίνονται οὖν οἱ πάντες ὁμοῦ ἀπὸ Κιλικίων πυλῶν ἕως τοῦ Μέλανος ποταμοῦ στάδ(ιοι) ͵δνʹ.
Λοιπὸν Παμφυλία
214 [468 H] Ἀπὸ τοῦ Μέλανος ποταμοῦ εἰς Σίδην στάδ(ιοι) νʹ.
215 [469 H] 1. Ἀπὸ Σίδης εἰς Ἀτάλειαν στάδ(ιοι) τνʹ.
2. Ἀπὸ Ἀταλείας εἰς τὸ Ἐμπόριον στάδ(ιοι) τʹ.
3. Ἀπὸ δὲ Κωρακίου εἰς Σίδην στάδ(ιοι) νʹ.
4. Ἀπὸ Σίδης εἰς τὸν Ἀκάμαντα στάδ(ιοι )͵ασʹ.
216 [470] Ἀπὸ Σίδης εἰς Σελεύκειαν στάδ(ιοι) πʹ.
217 [471 H] Ἀπὸ Σελευκείας εἰς ποταμὸν πλωτὸν καλούμενον Εὐρυμέδοντα <καὶ Κυνοσάριον (?)> στάδ(ιοι) ρʹ.
218 adiecit Müller.
219 [472 H] Ἀπὸ Κυνοσαρίου ἐπὶ ποταμὸν καλούμενον Κέστρ(ον) στάδ(ιοι) ξʹ· [75v] ἀναπλεύσαντι τὸν ποταμὸν πόλις ἐστὶ Πέργη.
220 [473 H] <Ἀπὸ> τοῦ Κέστρου ἐπὶ Ῥουσκόποδα <στάδ(ιοι) *>.
221 [474 H] Ἀπὸ Ῥουσκόποδος ἐπὶ Μάσουραν καὶ τοὺς Καταράκτας στάδ(ιοι) νʹ.
222 [475 H] Ἀπὸ Μασούρας εἰς Μυγδάλην στάδ(ιοι) οʹ.
223 [476 H] Ἀπὸ Μυγδάλων εἰς Ἀτάλειαν στάδ(ιοι) ιʹ.
224 [477 H] Ἀπὸ Ἀταλείας ἐπὶ χωρίον Τένεδον στάδ(ιοι) κʹ.
225 [478 H] Ἀπὸ Τενέδου εἰς Λύρναντα χωρίον στάδ(ιοι) ξʹ
226 [479 H] Ὑπὲρ τῆς πόλεως ὄρος μέγα ὑπέρκειται Φάσιλις.
227 [480 H] Ἐκ δὲ Φασίλιδος εἰς Κώρυκον στάδ(ιοι) vac.
228 [481 H] Ἀπὸ Κωρύκου ἐπὶ τὸν Φοινικοῦντα στάδ(ιοι) λʹ· ὑπὲρ <αὐτοῦ> μέγα ὄρος ὑψηλὸν κεῖται ῎Ολυμπος καλούμενον.
229 [482 H] Ἐκ δὲ Φασίλιδος ἐπ’ εὐθείας εἰς Κράμβουσαν στάδ(ιοι) ρʹ.
230 [483 H] Ἀπὸ Κραμβούσης ἐπὶ χώρας Ποσιδαρισοῦντος στάδ(ιοι) λʹ.
231 [484 H] Ἀπὸ Ποσιδαρισοῦντος ἐπὶ Μωρὸν ὕδωρ καλούμενον στάδ(ιοι) λʹ.
232 [485 H] Ἀπὸ Μωροῦ ὕδατος ἐπὶ ἄκραν Ἱερὰν καὶ νῆσον Χελιδονίαν στάδ(ιοι) νʹ.
[486 H] Ὁμοῦ οἱ πάντες ἀπὸ τοῦ Μέλανος ποταμοῦ ἕως Χελιδονίων τῷ παρὰ γῆν πλέοντι στάδ(ιοι) ϕʹ.
[76r] + Λοιπὸν Λυκία
Τὸν δὲ ἐπίτομον διὰ πόρου εἰς τὰς Χελιδονίας στάδ(ιοι) χʹ.
233 [487 H] ῎Εστι δὲ ἀπὸ τῶν Χελιδονίων Mαραι καὶ τὸ τῆς Κυπρίας ἄκρας, ἐπὶ τὸν Ἀκάμαντα, ἐπ’ ἀνατολὰς τοῦ κριοῦ οὐριώτα<τα> ζεϕύρῳ σταδ(ίων) ͵αωʹ· ἀπὸ δὲ τοῦ Ἀνεμουρίου ἐπὶ τὰς Χελιδονίας νήσους στάδ(ιοι) ͵ασʹ.
234 [488 H] Ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ Μελανίππην στάδ(ιοι) λʹ.
235 [489 H] Ἀπὸ δὲ Μελανίππης εἰς Γάγας στάδ(ιοι) ξʹ.
236 [490 H] Ἀπὸ δὲ Μελανίππης ἐπὶ <πο>ταμὸν Ἀλμυρὸν στάδ(ιοι) ξʹ· ὑπὲρ σταδίους ξʹ κεῖται πόλις Ἀλμυρὰ καλουμένη.
237 [491 H] Ἀπὸ Μελανίππης εἰς πύργον τὸ ῎Ισιον καλούμενον στάδ(ιοι) ξʹ.
238 [492 H] Ἀπὸ τοῦ Ἰσίου πύργου εἰς Ἀδριακὴν στάδ(ιοι) ξʹ.
239 [493 H] Ἀπὸ Ἀδριακῆς εἰς Σόμηναν στάδ(ιοι) δʹ.
240 [494 H] Ἀπὸ Σόμηναν εἰς Ἀπέρλας στάδ(ιοι) ξʹ.
241 [495 H] adiecit Müller.
242 [496 H] Ἀπὸ ἀκρωτηρίου εἰς Ἀντίϕελλον στάδ(ιοι) νʹ.
243 [497 H] Ἀπὸ Ἀντιϕέλλου εἰς νῆσον Μεγέστην στάδ(ιοι) νʹ.
244 [498 H] Ἀπὸ Μεγέστης εἰς νῆσον Ῥόπην στάδ(ιοι) νʹ.
245 [499 H] Ἀπὸ Ῥόπης ἐπὶ [76v] τὰς Ξεναγόρου νήσους στάδ(ιοι) τʹ.
246 [500 H] Ἀπὸ τῶν Ξεναγόρου νήσων εἰς Πάταραν στάδ(ιοι) ξʹ.
247 [501 H] Ἀπὸ Πατάρων ἐπὶ ποταμὸν πλωτὸν <Ξάνθον> – ὑπέρκειται πόλις Ξάνθος – στάδ(ιοι)ξʹ.
248 [502 H] Ἀπὸ ποταμοῦ Ξάνθου εἰς Πύδνας ἐπ’ εὐθείας στάδ(ιοι) ξʹ.
249 [503 H] Ἀπὸ Πυδνῶν ἕως τῆς Ἱερᾶς ἄκρας στάδ(ιοι) πʹ.
250 [504 H] Ἀπὸ Ἱερᾶς ἄκρας εἰς Καλαβαντίαν στάδ(ιοι) λʹ.
251 [505 H] Ἀπὸ Καλαβαντιῶν εἰς Περδικίας στάδ(ιοι) νʹ.
252 [506 H] Ἀπὸ Περδικίων εἰς Κισσίδας στάδ(ιοι) νʹ.
253 [507 H] Ἀπὸ Κισσίδων ἐπὶ νῆσον Λάγουσαν στάδ(ιοι) πʹ.
254 [508 H] Ἀπὸ Λαγουσῶν εἰς Τελεμενσὸν στάδ(ιοι) εʹ.
255 [510 H] Ἀπὸ Τελεμενσοῦ ἐπὶ Πηδάλιον κατὰ τὴν Ῥόπισαν στάδ(ιοι) σʹ.
254 [509 H] Γίνονται ὁμοῦ οἱ πάντες <ἀπὸ τῆς Ἱερᾶς ἄκρας> ἕως Τελεμενσοῦ στάδ(ιοι) ͵αφʹ.
Λοιπὸν Καρία
256 [511 H] Ἐκ Τελεμενσοῦ εἰς Δαίδαλα στάδ(ιοι) νʹ.
257 [512 H] Ἐκ Δαιδάλων εἰς Καλλιμάχην στάδ(ιοι) νʹ.
258 [513 H] Ἐκ Καλλιμάχης εἰς Κρούαν στάδ(ιοι) ξʹ.
259 [514 H] Ἐκ Κρούων εἰς τὸν Κοχλιαν στάδ(ιοι) νʹ.
260 [515 H] Ἐκ Κλυδῶν ἐπὶ τὸ Πηδάλιον ἀκρωτήριον στάδ(ιοι) λʹ.
261 [516 H] [77r] Ἀπὸ τοῦ Πηδαλίου ἐπὶ τὸν ἀγκῶνα τὸν ἐπὶ τοῦ Γλαύκου στάδ(ιοι) πʹ.
262 [517 H] Ἀπὸ τοῦ ἀγκῶνος ἐπὶ τῶν Καυνίων Πάνορμον στάδ(ιοι) ρκʹ.
263 [518 H] Ἀπὸ τοῦ Πανόρμου ἐπὶ τὴν Κυμαρίαν καλουμένην στάδ(ιοι) νʹ.
264 [519 H] Ἀπὸ Κυμαρίας εἰς Πασάδαν στάδ(ιοι) ξʹ.
265 [520 H] Ἀπὸ Πασάδαν εἰς Καῦνον στάδ(ιοι) λʹ.
266 [521 H] Ἀπὸ Καῦνον εἰς τὴν Ῥόπουσαν στάδ(ιοι) ιεʹ.
267 [522 H] Ἀπὸ τῆς Ῥοπούσης εἰς τὸ ἀπέναντι εἰς Λευκοπαγον στάδ(ιοι) μʹ· ἀπὸ δὲ τῆς Ῥοπούσης εἰς Σάμον στάδ(ιοι) ρʹ.
268 [523 H] Ἀπὸ τῆς Σάμου ἐπὶ <τὸ> Ποσείδιον στάδ(ιοι) ξʹ.
269 [524 H] Ἀπὸ τοῦ Ποσειδίου ἐπὶ τὸν Φάλαρον στάδ(ιοι) νʹ.
270 [525 H] Ἀπὸ τοῦ Φαλάρου εἰς νῆσον Ἐλαοῦσαν καλουμένην στάδ(ιοι) νʹ.
271 [526 H] Ἀπὸ τῆς Ἐλαούσης εἰς Ῥόδον στάδ(ιοι) ρνʹ, ἥτις ποιεῖ ἐπὶ Μαλλὸν μὲν σταδ(ίους) χʹ καὶ ἐπὶ τὸ ἱερὸν τοῦ Βυζαντίου σταδ(ίους) χʹ.
272 [527 H] 1. Ἐκ Ῥόδου εἰς Ἀλεξάνδρειαν στάδ(ιοι) ͵δϕʹ·
2. ἐκ Ῥόδου εἰς <Ἀσ>κάλωνα στάδ(ιοι) ͵γχʹ·
3. ἐκ Ῥόδου εἰς Κερασίαν στάδ(ιοι) ͵γχʹ·
4. ἐκ Ῥόδου εἰς Βηρυτον στάδ(ιοι) ͵γχʹ·
5. [77v] ἐκ Ῥόδου εἰς Σιδῶνα στάδ(ιοι) ͵γχʹ·
6. ἐκ Ῥόδου εἰς Βύβλον στάδ(ιοι) ͵γχʹ·
7. ἐκ Ῥόδου εἰς Τρίπολιν στάδ(ιοι) ͵γχʹ·
8. ἐκ Ῥόδου εἰς Σελεύκειαν στάδ(ιοι) ͵γχʹ·
9. ἐκ Ῥόδου εἰς Κιλικίαν στάδ(ιοι) ͵αϕʹ·
10. ἐκ Ῥόδου εἰς Κώρυκον στάδ(ιοι) ͵αʹ·
11. ἐκ Ῥόδου δὲ ἐπὶ τὴν Κύπρον ἐπὶ τὴν ἑσπερίαν τὴν ἐπ’ ἀνατολὰς τοῦ κριοῦ οὐριώτατ<α> ζεϕύρῳ στάδ(ιοι) ͵βωʹ·
12. ἐκ Ῥόδου εἰς Πάταρα στάδ(ιοι) ψʹ·
13. ἐκ Ῥόδου εἰς Καῦνον στάδ(ιοι) υνʹ·
14. ἐκ Ῥόδου ἐπὶ νῆσον Ῥόπουσαν στάδ(ιοι) τνʹ·
15. ἐκ Ῥόδου εἰς Φύσκον στάδ(ιοι) υνʹ·
16. ἐκ Ῥόδου εἰς Ἄγνην στάδ(ιοι) τνʹ·
17. ἐκ Ῥόδου εἰς Κνίδον στάδ(ιοι) ψνʹ·
18. ἐκ Ῥόδου εἰς Νήσυρον στάδ(ιοι) ωκʹ·
19. ἐκ Ῥόδου εἰς Τίλον στάδ(ιοι) ϕνʹ·
20. ἀπὸ Λεπαταλέων ἐπὶ τὸ Ποσείδιον τὸ Καρπάσου στάδ(ιοι) υκʹ·
21. ἐκ Ῥόδου εἰς τὴν Κὼ στάδ(ιοι) ωνʹ·
22. ἐκ Ῥόδου εἰς τὴν Χῖον στάδ(ιοι) ͵γ·
23. ἐκ Ῥόδου εἰς Μύνδον στάδ(ιοι) ͵α·
24. ἐκ Ῥόδου εἰς Σάμον στάδ(ιοι) ͵αωʹ·
25. ἐκ Ῥόδου εἰς Τένεδον στάδ(ιοι) ͵γψʹ.
273 [528 H] Πλεύσεις δὲ ἔχων ἐκ τῶν εὐωνύμων νήσους Νήσυρον καὶ τὴν Ἀστυπαλαίαν, ἐκ δὲ τῶν δεξιῶν τὴν Κὼ καὶ τὴν Λέρον καὶ τὴν Ἀμουργὸν καὶ Ἴον καὶ Σίκινον καὶ τὴν Δάφνην καὶ τὴν Δήραν καὶ τὴν Σέριφον καὶ τὴν Κύδνον· τὸ λοιπὸν ἐπὶ τῆς Δο-[78r]νούσης λαβὲ εὐώνυμον, ὅθεν ὁρᾶται τὸ Σκύλαιον.
274 [529 H] Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδ(ιοι) ρπʹ.
275 [530 H] Ἀπὸ Κῶ εἰς Ἁλικαρνασὸν στάδ(ιοι) ρπʹ.
276 [531 H] Ἀπὸ Ἁλικαρνασοῦ εἰς Μύνδον στάδ(ιοι) σκʹ.
277 [532 H] Ἀπὸ Μύνδου εἰς Λέρον στάδ(ιοι) τνʹ.
278 [533 H] Ἀπὸ Μύνδου εἰς τὴν Κω στάδ(ιοι) ρμʹ.
279 [534 H] 1. Ἀπὸ δὲ Κὼ εἰς Λέρον στάδ(ιοι) τνʹ.
2. Ἀπὸ Κῶ εἰς Δῆλον στάδ(ιοι) ͵ατʹ.
3. Ἀπὸ Κῶ εἰς Σάμον διὰ πόρου στάδ(ιοι) ͵α.
280 [535 H] ῎Εστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον πλέειν <ἐπὶ τὴν δύσιν> τοῦ κριοῦ οὐριώτατα ἀπηλιώτῃ σταδ(ίοις) ͵ατʹ· πλεύσεις δὲ εἰς Κάλυδναν· καταπλεύσεις δὲ ἐκ δεξιῶν ἔχων τὰ Ὑψίρισμα καὶ τὰς Καλύδνας καὶ [τὴν Κέλεριν καὶ] τὴν Λέρον καὶ τὴν Πάτμον [καὶ], <ἐκ τῶν εὐωνύμων δὲ> Κινάραν καὶ τὴν Ἀμουργόν· καὶ πλεύσεις ἐπὶ τῆς Δονούσης σταδ(ίους) ηʹ εὐωνύμως, δεξιοὺς δὲ λαβὼν τοὺς Μελανθίους καὶ τὴν Μήκωνον ἐκ τῶν εὐωνύμων καὶ τείνων καταχθῇς εἰς Δῆλον.
281 [536 H] Ἀπὸ Μύνδου †, ἥτις ἐστὶ διὰ τῆς Ἀττικῆς†, στάδ(ιοι) ͵αϕʹ. Πλεύσεις δὲ διὰ τῶν Κορσικῶν καὶ τῆς τε Λέρου καὶ τῆς Καλύδνου καὶ τῆς ’Ορβίδας <—> λαβὼν πλέε ἐπὶ τὰς [78v] Ἀμουργίας τήν τε Nοσοῦσαν καὶ τὴν Νάξον καὶ τὴν Κύδνον ἔχε δεξιάν.
282 [537 H] Ἐὰν δὲ θέλῃς διὰ νήσων πλεῖν, οὕτως πλέεις·
Nῆσοι
1. ἀπὸ Κῶ εἰς Λέρνον σταδ(ίους) σνʹ·
2. ἐκ Λέρνου εἰς Λέβινθον σταδ(ίους) σνʹ·
3. ἐκ Λεβίνθου εἰς Κίναρον σταδ(ίους) ϕʹ·
4. ἐκ Κινάρων ἐπὶ τὰ ἔγγιστα τῆς Ἀμουργίας, ἐπὶ τὰ πέρατα, σταδ(ίους) πεʹ, καὶ ὁ παράπλους ἐπὶ τὰς Kορσίας σταδ(ίων) πεʹ·
5. ἀπὸ Κορσίων εἰς Μηνόας σταδ(ίους) πεʹ·
6. ἐκ τῆς Κορσίας εὐώνυμον ἔχων τὴν Κορσίαν, εἰς τὸν Ναξίων Πάνορμον σταδ(ίους) ξεʹ·
7. ἀπὸ τοῦ Πανόρμου εἰς Δῆλον σταδ(ίους) υκʹ.
283 [538 H] 1. Ἀπὸ Κῶ εἰς Λέρον σταδ(ίους) τκʹ·
2. ἀπὸ Λέρου ἐπὶ τὸ Παρθένιον σταδ(ίους) ξʹ·
3. ἀπὸ Λέρου ἐπὶ τὸ τῆς Πάτμου Ἀμαζώνιον σταδ(ίους) σʹ·
4. ἀπὸ τοῦ Ἀμαζωνίου ἐπὶ τὴν Κορσίαν σταδ(ίους) υʹ·
5. ἀπὸ [τῆς ἅψης] Ἀμαζωνίου εἰς Δῆλον σταδ(ίους) ψνʹ·
6. ἀπὸ Δῆλον εἰς Χῖον σταδ(ίους) ρνʹ·
<——————————————->
7. ἀπὸ Ἄνδρου εἰς λιμένα Τύρου σταδ(ίους) πʹ·
8. ἀπὸ Τύρου ἐπὶ ἀκρωτήριον σταδ(ίους) νʹ·
9. ἀπὸ τοῦ ἀκρωτηρίου † ἔγγιστα τῆς ἄκρας † σταδ(ίους) υνʹ·
10. ἀπὸ τῆς Κρεγέας εἰς Κάρυστον σταδ(ίους) ρκʹ.
[79r] + Νῆσοι ἄλλαι
11. ἐκ Ῥεγέας εἰς Πεταλέας σταδ(ίους) ρʹ.
284 [539 H] Ἐπάνειμι πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα πρὸς νήσους τάσδε·
1.ἐκ Δήλου εἰς Θήραν στάδ(ιοι) τνʹ·
2. ἐκ Δήλου ἐπὶ τὴν Ἀμουργίαν – εἰς τὴν Μίνωαν – στάδ(ιοι) χνʹ·
3. ἐκ Δήλου εἰς Ἀναφάνην στάδ(ιοι) ρʹ·
4. ἐκ Δήλου εἰς Ἰὸν στάδ(ιοι) χνʹ·
5. ἐκ Δήλου εἰς τὰς Κορσίας στάδ(ιοι) χνʹ·
6. ἐκ Δήλου εἰς Κίμαλλον στάδ(ιοι) ωʹ·
7. ἐκ Δήλου εἰς Σίϕνον στάδ(ιοι) χμʹ·
8. ἐκ Δήλου εἰς Κύδνον στάδ(ιοι) τνʹ·
9. ἐκ Δήλου εἰς Τένον στάδ(ιοι) τνʹ·
10. ἐκ Δήλου εἰς Νάξον στάδ(ιοι) τνʹ·
11. ἐκ Δήλου ἐπὶ τὴν Δόνουσαν στάδ(ιοι) τκʹ·
12. ἐκ Δήλου εἰς Πάτμον στάδ(ιοι) ωνʹ·
13. ἐκ Δήλου ἐπὶ τοῦ Μελανθίου σκοπέλου στάδ(ιοι) ρπʹ·
14. ἐκ Δήλου εἰς Καἰας στάδ(ιοι) τʹ·
15. ἐκ Δήλου εἰς Ἄνδρον στάδ(ιοι) ωʹ·
16. ἐκ Δήλου εἰς Πάρον στάδ(ιοι) υʹ·
285 [540 H] Ἐπάνειμι πάλιν εἰς Μύνδον, ἀϕ’ ἧς κατέλιπ(ον)·
ἐκ Δήλου εἰς Πάνορμον στάδ(ιοι) πʹ.
286 [541 H] Ἐκ Δήλου εἰς Βαρβυλίαν στάδ(ιοι) σνʹ.
287 [542 H] Ἀπὸ Πάνορμον εἰς Ποσείδιον καὶ Ἄγκιστρον στάδ(ιοι) σνʹ.
288 [543 H] Ἀπὸ βαρβυλιω(ν) εἰς ῎Ιασον στάδ(ιοι) σκʹ.
289 [544 H] Ἀπὸ Ἰασοῦ ἐπ’ ἀκρωτήριον Ποσείδιον στάδ(ιοι) ρκʹ.
290 [545 H] Ἀπὸ Ἰασοῦ ἐπὶ τὸν Ἀκρίταν στάδ(ιοι) σμʹ.
291 [546 H] Οἰκεῖται κατέναντι Πάσσαλα [79v] πηγή, ὅθεν ἐστὶν ἀποβῆναι εἰς Μύλασσαν σταδ(ίων) κʹ.
292 [547 H] Ἀπὸ δὲ τοῦ Ποσειδίου εἰς Πάνορμον στάδ(ιοι) μʹ.
293 [548 H] Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδ(ιοι) πʹ.
294 [549 H] Ἐπάνειμι πάλιν διὰ πόρου εἰς Μύνδον
Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδ(ιοι) τʹ.
295 [550 H] Ἀπὸ δὲ τῆς Φαρμακούσης εἰς Μίλητον στάδ(ιοι) ρκʹ.
296 [550 H] Ἀπὸ Μιλήτου εἰς Σάμ(ον) στάδ(ιοι) τʹ.
[551 H] Οἱ πάντες ἀπὸ Τελεμενσοῦ ἕως Μιλήτου στάδ(ιοι) ͵βϕʹ.
297 [553 H] Ἀπὸ τοῦ Ἀκάμαντος † εἰς Κύπρον εὐώνυμα † ἔχοντι εἰς Πάϕον στάδιοι τʹ· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνέμῳ καὶ ἱερὸν Ἀϕροδίτης.
298 [554 H] Ἀπὸ Πάϕου εἰς Νουμένιον – νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβε δεξιᾷ – στάδ(ιοι) ρκεʹ.
299 [555H] Ἀπὸ Νουμηνιου εἰς Παλαίπαϕον στάδ(ιοι) ρκεʹ.
300 [556 H] Ἀπὸ Παλαιπάϕου εἰς Τρίτους – ἀκρωτήριόν ἐστι – στάδ(ιοι) νʹ.
301 [557 H] adiecerunt Müller, Helm.
302[558H] Ἀπὸ τοῦ Κυριακοῦ εἰς Μαθουστα στάδ(ιοι) ρνʹ· πόλις ἐστὶν ἀλίμενος· ἀσϕαλίζου τὸν τόπον.
303 [559 H] Ἀπὸ τοῦ Κουριακοῦ ἐπὶ Καραίας στάδ(ιοι) μʹ· [80r] ἀκρωτήριόν ἐστιν ἔχον λιμένα ὕϕορμον καὶ ὕδωρ.
304 [560 H] Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδ(ιοι) πʹ· πόλις ἐστὶν ἔρημος λεγομένη Ἀμμόχωστος· ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαϕυλάττου.
305 [561 H] Ἀπὸ τῶν νήσων εἰς Σαλαμῆνα στάδ(ιοι) νʹ· πόλις ἐστί· λιμένα ἔχει.
305a [562H] Ἀπὸ Σαλαμῆνος εἰς Παλαιὰν στάδ(ιοι) ρκʹ· κώμη ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
306 [563H] Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδ(ιοι) τʹ.
307 [564 H] Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα στάδ(ιοι) ξʹ· ὅρμοι εἰσὶ δύο, ὁ μέν ἐστι ἐπιχαρωπὸς, ὁ δὲ λευκὸς, ἔχοντες ἑκάτεροι ὕδωρ. Ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀϕροδίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο ἔχουσαι ἀμϕότεραι ἀνάπλους.
308 [565 H] Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδ(ιοι) ψʹ.
309 [566 H] Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κιλικίας στάδ(ιοι) σοʹ· πόλις ἐστί· λιμένα ἔχει ἔρημον· χειμάζει βορέου.
310 [567 H] Ἀπὸ δὲ τοῦ Κρομνακοῦ ἐπὶ τὸ Μελαβρὸν στάδ(ιοι) νʹ· ὅρμος ἐστὶ θερινός.
311 [568 H] [80v] Ἀπὸ Μελάβρου εἰς Σώλους στάδ(ιοι) τʹ· πόλις ἐστὶν ἀλίμενος.
312 [569 H] Ἀπὸ Σώλων εἰς Κυρήναιον στάδ(ιοι) τνʹ· πόλις ἐστίν· ἔχει ὕϕορμον.
313 [570 H] Ἀπὸ Κυρηνίου εἰς Λάπαθον στάδ(ιοι) υνʹ· πόλις ἐστὶν ἔχουσα ὅρμον.
314 [571 H] Ἀπὸ Λαπάθου εἰς Καρπασαίαν στάδ(ιοι) τνʹ· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου.
315 [572 H] Ἀπὸ Καρπασαίας ἐπὶ τὰ Ἄκρα στάδ(ιοι) ρʹ· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾶς περίπλους τῆς Κύπρου στάδ(ιοι) ͵ασνʹ.
316 [583 H] Ἀπὸ τοῦ αὐτοῦ Κoυριακίου εἰς τὸ Πηλούσιον στάδ(ιοι) ͵ατʹ.
317 [584 H] Ἀπὸ δὲ τοῦ Κήπου τῆς Κύπρου εἰς Ἀσκαλωνα στάδ(ιοι) ͵γτʹ.
318 [576 H] Κρήτης Περίπλους
Ἀπὸ τοῦ Κασίου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης στάδ(ιοι) ϕʹ· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπίπολυ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς· ἔχει ὕϕορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠϕανισμένα.
319 [577 H] Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδ(ιοι) πʹ· πόλις ἐστίν· ἔχει ὅρμον, ἔχει δὲ καὶ νῆσον, καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ.
320 [578 H] Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδ(ιοι) οʹ· [81r] πολίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης.
321 [579 H] Ἀπὸ Βιένου εἰς Λέβηναν στάδ(ιοι) οʹ· ἐκεῖ παράκειται νησίον, ὃ καλεῖται ’Οξεῖα· ὕδωρ ἔχει.
322 [580 H] Ἀπὸ Λεβήνας εἰς Ἅλας στάδ(ιοι) κʹ.
323 [581 H] Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδ(ιοι) τʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
324 [582 H] Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδ(ιοι) ξεʹ· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει.
325 [583 H] Ἀπὸ Σουλήνας εἰς Ψυχέαν στάδ(ιοι) ιβʹ.
326 [584 H] Ἀπὸ Ψυχέας ἐπὶ τὸν Λάμωνα στάδ(ιοι) ρνʹ· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψυχέα στάδ(ιοι) τνʹ· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.
327 [585 H] Ἀπὸ Ψυχέων ἐπὶ Ἀπολλωνιάδα στάδ(ιοι) λʹ.
328 [586 H] Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδ(ιοι) ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ νῆσον. Ἀπὸ δὲ Κλαυδίας εἰς Φοινίκα στάδ(ιοι ) τʹ· ἔχει πόλιν καὶ λιμένα.
329 [587 H] Ἀπὸ Φοινίκης εἰς Τάρρον στάδ(ιοι) ξʹ· πόλις μικρά ἐστιν· ἔχει ὅρμον.
330 [588 H] Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδ(ιοι) ξʹ· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ.
331 [589 H] [81v] Ἀπὸ Ποικιλασσοῦ εἰς Συβᾶν στάδ(ιοι) νʹ· πόλις ἐστὶ καὶ λιμένα καλὸν ἔχει.
332 [590 H] adiecit Müller.
333 [591 H] Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδ(ιοι) σνʹ.
334 [592 H] Ἀπὸ Καλαμύδην εἰς Κριοῦ Μέτωπον στάδ(ιοι) λʹ· ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕϕορμον.
335 [593 H] Ἀπὸ Κριοῦ Μέτωπον περίπλους εἰς Βίενον στάδ(ιοι) ιβʹ· λιμένα ἔχει καὶ ὕδωρ.
336 [594 H] Ἀπὸ Βίεννον εἰς Φαλανσαραν στάδ(ιοι) ρξʹ· ὅρμος ἐστὶν ἐμπόριον πόλις παλαιά· νῆσος δὲ ἀπὸ σταδίων ξʹ Ιουσαγουρα βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα, ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι. Ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γʹ· καλεῖται Μέση καὶ ὅρμον ἔχει. Ἡ δὲ τρίτη καλεῖται Μόλη· ὁ δὲ πλοῦς βαθύς· ἀγορὰν ἔχει.
337 [595 H] Ἀπὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδ(ιοι) νʹ· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης.
338 [596 H] Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδ(ιοι) νʹ· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος· ἔστι δὲ ἐσώτερος κόλπος καὶ καλεῖται Μυρτῖλος· καὶ ὕδωρ ἔχει.
339 [597H] Ἀπὸ Ἁγνείου εἰς Κίσαμον στάδ(ιοι) πʹ· [82r] πόλις ἐστὶν ἐν κόλπῳ κειμένη· ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ.
340[598 H] Ἀπὸ Κισσάμου ἐπὶ τὴν Τύρον στάδ(ιοι) κεʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν κατάδενδρον· βλέπει πρὸς ἄρκτον.
341 [599 H] Ἀπὸ τὴν Τύρον ἐπὶ τὸ Δικτυνον στάδ(ιοι) πʹ· ὅρμος ἐστὶν ⟨καὶ⟩ αἰγιαλός.
342 [600 H] Ἀπὸ τοῦ Δικτυνίου ἐπὶ τὴν Κοίτην στάδ(ιοι) ροʹ· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τὴν Κρήτην πρὸς ἄρκτον.
343 [601 H] Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κοιλωνίαν στάδ(ιοι) ξʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει.
344 [602 H] Ἀπὸ Κοιλωνίας εἰς Ἀπτέραν περιπλέεται σταδ(ίοις) ρνʹ· πεζῇ δὲ μίλια ρκʹ· ὁ τόπος Μίνω καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἳ καλοῦνται Λευκαί.
345 [603 H] Ἀπὸ τῆς Μίνωος εἰς Ἀμϕιμάτριον στάδ(ιοι) ρνʹ· ποταμός ἐστι καὶ λιμὴν περὶ αὐτὸν παραχειμαστικὸς καὶ πύργον ἔχει.
346 [604 H] Ἀπὸ Ἀμϕιματρίου εἰς Ὑδραμὸν στάδ(ιοι) ρʹ· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευθέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμϕιματρίου μίλια νʹ.
347 [605 H] Ἀπὸ Ἀμϕιματρίου [82v] εἰς Ἀστάλην στάδ(ιοι) λʹ· λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ. Ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων νʹ.
348 [606 H] Ἀπὸ Ἀστάλης εἰς Ἡράκλειον στάδ(ιοι) ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κʹ πόλις κεῖται Μονησός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μʹ πρὸς δύσιν· καλεῖται Δῖος.
349 [607 H] Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδ(ιοι) λʹ· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα.
350 [608 H] Ἀπὸ Χερρονήσου εἰς Σολοῦντος στάδ(ιοι) ξʹ· ἄκρα ἐστίν· ὕϕορμον ἔχει δὲ καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κʹ.
351 [609 H] Ἀπὸ Σολοῦντος εἰς Καμάραν στάδ(ιοι) ιεʹ.
352 [610 H] Ἀπὸ Καμάραν εἰς ἑτέραν στάδ(ιοι) κεʹ.
353 [611 H] Ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν Κητίαν ἄκραν στάδ(ιοι) ιεʹ· ὕϕορμός ἐστιν, ἄνυδρος δέ.
354 [612 H] Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδα στάδ(ιοι) τʹ· νῆσοί εἰσι δύο ἔχουσαι λιμένα καὶ ὕδωρ.
355 [613 H] Ἀπὸ Διονυσιάδος εἰς τὸ <Σ>αμμώνιον, ὅθεν ἠρξάμεθα περιάγειν τὴν Κρήτην, στάδ(ιοι) ρκʹ.
Criticus apparatus
Prœmium ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας M :ἀρξάμενος <οὖν> ἀπὸ Ἀλεξανδρείας Müller ; τῆς Φαρίτιδος ἕως Διοσκουρίδος M :τῆς Φαρίτιδος <τὰ τῆς Λιβύης διηγήσομαι ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος> ἕως Διοσκουρίδος Müller ; καὶ τῆς Εὐρώπης M :καὶ <τὰ> τῆς Εὐρώπης Müller ; γράψας ὧδε καὶ M : γράψω δὲ καὶ Müller
1 in margine Περὶ τοῦ σταδιασμοῦ τῆς θαλάσσης M
2 λιμήν ἐστι ἀγωγῆς M : λιμήν ἐστι <φορτηγοῖς> ἀγωγῆς Müller ; ζʹ M : <στάδ(ιοι)> ζʹ Müller, ζʹ <στάδ(ιοι) ?> Helm
3 ΒλινθίνηνM : Πλινθίνην Müller, Helm
4 Βλινθ(ίνης)M : Πλινθίνης Müller ; τὸ ποσιριον M : Ταπόσιριν Müller, Helm
5 τοῦ ποσιριου M : Ταποσίρεως Müller, Helm ; τὸ Χῖ M : τὸ Χιμὼ Müller ; τὸ Χίω Cuntz, Helm
6 τοῦ Χῖ M : τοῦ Χιμὼ Müller ; τοῦ Χίω Cuntz, Helm
8 τὸ Δέρρον Cuntz, Helm : τὸ Δέρρ´ M, τὴν Δέρραν Müller ; θερινός Müller, Helm : θερινοῦ M
9τὸ Ζεϕύρον Cuntz, Helm : τὸ Ζέφυρ´M, τὸ Ζεφύριον Müller
10 τοῦ ΖεϕύρουM : τοῦ Ζεφυρίου Müller ; Τραχέα M : Τραχεῖα Müller, Cuntz, Helm
11 εἰς τὸν Πνιγέον M : εἰς τὸν Πνιγέα Cuntz, Helm, εἰς Πνιγέα Müller ; ταπεινόν : ταπεινo = ταπεινόςM
12τῷ ϕάραγγι M : τῇ ϕάραγγι Müller, Helm
15 Ζύγρην M : Ζύγριν corr. Gail Gail, Müller, Helm ; εὐώνυμον M : <τοῦτο ἔχων> εὐώνυμον Müller
16 Ζυγρέων M : Ζύγρεως Müller, Helm ; ΛαδαμάντηνM : ΛαδαμαντίανMüller, Helm ; δεξιὰ⟨ν⟩ : δεξιά M
17 ἔχον Müler, Helm : ἔχωνM ; ἐκ supra lineam scr. M
18 στάδ(ιοι) oʹ M : στάδιοι θʹ Müller, Helm ; ὑπὸ ⟨τὸ⟩ δένδρον : ὑπὸ δένδρονM
19 ἔχον : ἔχωνM ; ἀνατείνον<τες> : ἀνατείνον M ; [261H]Παρατόνιον M : Παραιτόνιον Müller, Helm
20 Ἀπὸ Παρατονίου εἰς Δελϕῖνας στάδ(ιοι) ζʹ. [263 H] Ἀπὸ Δελφῖνας ἐπὶ τὸ Ζεϕύριν στάδ(ιοι) ζʹ M : Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας <καὶ> ἐπὶ τὸ Ζεφύριον στάδιοι ζʹ Müller ; τὸ Müller, Helm : το M ; Ζεϕύριν M : Ζεφύριον Müller
21 ἐπὶ νάυτην M : ἐπὶ τὸν Ἆπιν Mïuller, Helm
22 τοῦ ναύτιοςM : τοῦ Ἄπιος Mïuller, Helm
23 εἰς Λινύδας M : εἰς Σεληνίδα Mïuller
24Ἀπὸ ΛινύδοςM : Ἀπὸ Σεληνίδος Müller ; Ἀζὺ : Ἀζυ M
25 ἐπὶ Δαρείου M : ἐπὶ Τυνδαρείους Müller
26 Ἀπὸ σκοπέλωνM : Ἀπὸ <τῶν Τυνδαρείων< σκοπέλων Müller, Ἀπὸ <τῶν Δαρείου> σκοπέλων Helm
29 Καβάθλιον M : Καταβαθμὸν Müller ; ἐν τῇ πρώτῃ νάπῃ M : ἐν <τῇ> πρώτῃ νάπῃ Müller
30 Ἀπὸ Καβαθλίου εἰς Πετράοντα M : Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα Müller, Ἀπὸ Καταβαθμοῦ εἰς Περάοντα Hoffmann ; Πετράοντα : Πετραοντα M ; συκῆν : συκήν M ; Συκῆ : Συκὴ M; ἕως Πετρεύοντος Συκῆς M : ἕως Πετρεύοντος <ἤτοι> Συκῆς Hoffmann, ἕως Πετρεύοντος Müller ; στάδ(ιοι) : σταΔΔM ; computationem Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετρεύοντος Συκῆς στάδ(ιοι) ͵ασʹ et titulum Λοιπὸν Μαρμαρική del. Helm, post 33 mouit Müller.
32 τὴν Εὐρεῖαν : την Εὐρεῖαν M, τὴν Εὐρείην Hoffmann ; ϕάραγξ : ϕαραγξ M ; συκαῖ : συκαί M
33 ἐπὶ τὸν Πετρεύοντα M : ἐπὶ τὸν Πετράντα Müller ; στάδ(ιοι) μʹ om. M
34 Ἀπὸ ΠετρεύοντοςM : Ἀπὸ Πετράντος Müller ; ἐπὶ τὴν Κάρδαμην M : ἐπὶ τὴν Κάρδαμιν Müller, Helm
35 Ἀπὸ τῆς Καρδάμωσεως M : Ἀπὸ τῆς Καρδάμεως Müler, Ἀπὸ τῆς Καρδάμ[ως]εως Helm
36 versum a Mullero ignotum et ab eo suppletum ; θῖνα : θινα M
37 Πυρθμάνιον M : Κυρθάνιον Müller
38 : Πυρθμανίου M : Κυρθανίου Müller
40 Ἀπὸ τοῦ Μικροῦ Πετρεύοντος M : Ἀπὸ τοῦ Μικροῦ Πετράντος Müller ; θερινός : θερινος M ; τῇ νάπῃ : τη νάπῃ M
41 Σταδαίαν M : Πλατεῖαν corr. Müller, Πλατέαν corr. Helm
42 Ἀπὸ Πλατέος M : Ἀπὸ Πλατείας corr. Müller ; τὸ Παλίουρον M : τὸν Παλίουρον Müler ; στάδ(ιοι) * om. M
44ἀριστερᾷ κατάγου M : <ἐν> ἀριστερᾷ κατάγου Müller, Helm
46 Ναζάρην M : τὴν Ἄζαριν Müller, Helm ; ὕδωρ ἔχουσαι M : ὕδωρ ἔχει Müller
47 Ναζαρίδος, littera post Ν erasa M : τῆς Ἀζάριδος Müller, Helm ; παραπλευσας τὰ πατάγαια M : παραπλεύσαντι τὰ παράγαια corr. Müller, Helm ; Ζαρινὴν : Ζαρινην M, Δάρνην corr. Müller
48 Ἀπὸ Ζαρινῆς M : Ἀπὸ Δάρνης corr. Müller ; Ζεϕύριον : Ζεϕυριον M ; δασεῖα : δασεια M ; θερινός : θερινος M
49 εἰς Χέρσην M : εἰς Χέρσιν Müller, Helm ; Χερσίου : Χερσιου M
50 Ἀπὸ τοῦ Χερσίου M : Ἀπὸ τῆς Χέρσιος Müller ; Ἐρυθρὸν : Ἐρυθρον M
52 Παρετονίου : Παρετονιου M, Παραιτονίου Müller, Helm ;στάδ(ιοι) : σταΔΔM ; Λοιπὸν Κυρήνη M : Λοιπὸν <Πεντάπολις> Κυρήνης Müller
53 Ἀπολλωνιάδος : Ἀπολλωνιαδος M ; ὁρμίζουσαν M : ὁρμίζουσιν Cuntz, ὁρμίζουσι Helm, ὁρμίζοιο ἂνMüller; ὑπ’ αὐτ(ὸν) τοῖς M: ὑπὸ τοῖς prima lectione, post correctum ὑπ’ ατὐτοῖς M, ὑπ’ αὐτὸν τοῖς Müller, ὑπ’ αὐτοῖς τοῖς Helm ; ἀϕ’ ἑσπερίου ἀνέμοιςM : τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις Müller, ἀφ’ ἑσπέρας ἀνέμοις Helm ; ὅρμος ἐστὶ θερινός καὶ <ἔχει> ὕδωρ : ὅρμος ἐστὶ θερινός καὶ ὕδωρ M, ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ Müller, Helm, ὅρμος ἐστὶ θερινὸς τοῖς ἀφ᾽ ἑσπέρας ἀνέμοις, καὶ κώμην [ὁρμίζουσαν ὑπ᾽αὐτοῖς] καὶ ὕδωρ ἔχει Hoffmann
54 Ναυσίδα: ΝαυσιΔM
56 ἀρχαία : ἀρχαια M ; [302 H] στάδ(ιοι) : σταΔΔM
57 Βερνικίδα : Βερνικιδα M ; πλεύσαντες σταδίους ϟʹM : πλεύσας ἐς σταδίους ϛʹ Müller, πλεύσας ἐς σταδίους Ϟʹ Helm
58 τὰ : τα M ; τὰ Ῥίνια M : Ῥίνον Helm
60 αἰγιαλὸς : ἀπαλός M ; α𐅵’ M, Cuntz, Helm : αʹ Müller
63 ΧέρσηνM : Χέρσιν Müller, Helm ; titulum Σύρτις Κυρήνης post 62 mouit Müller
64 τοῦ ΧερσίουM : οῦ Χέρσιος Müller ; Ἀμάστορος : ἈμαστοροςM
65 Ἀμάστορος : ἈμαστοροςM
67 Ἀπὸ τοδρέπανονM : Ἀπὸ τοῦ Δρεπάνου Müller, Helm ; ἀφ’ οὗ M : ἀφ’ ἧς Müller, Helm ; ἔχει ὕδωρ M : ἕξεις ὕδωρ Müller, Helm
68 ΔιαροάδαM : Διαρροιάδα Müller
69 ΔιαροάδοςM : Διαρροιάδος Müller
72 ἐπὶ τῶν ὑφάλωνM : ἐπὶ τοὺς Ὑφάλους Müller, Helm
74 Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα ⟨ἐ⟩ν : Απὸ τοῦ σκοπελου πρὸς λίβαν M
75 Ἀστρόχονδα : Αστροχονδα M
76 Ἀστρόχονδα : Αστροχονδα M
77 Κορκόδειλον primum scriptum fuit Κρ, postea correctum Κο ; ἔχον Müller ; Helm : ἔχοντα M
80 ἄνυδρός ἐστιν M : ἄνυδρός <—> Müller
81 τραχεῖα : τραχέα M
82 Κοζυνθίου : Κοζυνθιου M ; Ἀμμωνίου : Αμμωνιου M
83 εἰς ΑὐτομάλακαςM : εἰς Αὐτομάλακα Müller
84 [329 H] ἐπὶ Φιλημων M : ἐπὶ Φιλαίνων Müller, Helm ; βωμοὺς : βωμούς M ; [330 H] ΦιλήμωνM : Φιλαίνων Müller, Helm ; στάδ(ιοι) : σταΔΔM
85 ΦιλήμωνM : Φιλαίνων Müller, Helm ; Φιλίππου ἄκραςM : Ἵππου ἄκρας Müller, Helm
86 Φιλίππου ἄκραςM : Ἵππου ἄκρας Müller, Helm ; ϕρούριον : φρουριο M
87 Κόρακα : Κορακι M
88 Εὐϕραντὰς : Εὐϕραντας M
91 ΤαριχαίαςM : Ταριχείας Müller
92 ΤαριχαίωνM : Ταριχειῶν Müller
93 ante Προσϕερόμενος <Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φνʹ.> suppl. Müller ; ταπεινὴν : ταπεινην M ; παραθαλάσσιαν : παρὰ θαλασσιο M ; Λέπτης : Λεπτης M, Λέπτις Müller ; [340 H] Φιλίππων βομοῦM : Φιλαίνων βωμῶν Müller, Helm ; ΛέπτηνM : Λέπτιν Müller ; ͵δσʹM : ͵δϛʹ Müller
94 Λέπτεων M : Λέπτεως Müller ; τὸν Ἑρμαῖον : τὸν Ἑρμαιον M ; Ἑρμαῖον Müller ; στάδ(ιοι) εʹM : στάδ(ιοι) <ι>εʹ Müller
95 τὰ Ἄφορα M : Γάφαρα Müller, Helm ; ὅρμον : ὅρμωνM ; Νεόσπορα : Νεοσπορα M, <Αἰ>νεόσπορα Müller, Helm
96 τῶν Ἀφορῶν M : Γαφάρων Müller, Helm ; ἐστὶ : ἐστὶν M ; Οἰνολάδων : Οἰνολαδων M
97 Ἀμαραία : Ἀμαραια M
98 Μεγερθέων M : Μεγέρθεως Müller ; Μακαραίαν : Μακαραιαν M
99 ΣαράθρανM : Σαβράθαν Müller
100 ἈλάθρηςM : Σαβράθης Müller
102 ΖεύχαρινM : Ζευχάριος Müller ; ΓέργηνM : Γέργιν Müller
103 ΓεργέωνM : Γέργεως Müller ; μητρόπολις δέ ἐστιν M : μητρόπολις δέ ἐστιν <αὕτη> Müller ; ἔστι δὲ ἐν αὐτῇM : ἔστιν ἐν αὐτῇ Müller ; Ἡρακλέους corr. Müller, Helm : Ἡρακλέων M ; [351 H] Μήνιγγα : Μηνιγγα M
105 ΓεργέωνM : Γέργεως Müller
107 Bακάτης M : Τακάπης Müller, Helm
112 Ἀγχόλα M : Ἀχόλλῃ Müller ; Ἀλιπότα M : Ἀλιπότῃ Müller ; Κιδιϕθὰ M : Κιδιφθῇ Müller ; ΛωτοφάγουM : Λωτοφάγων Müller ;Θαψόν M : Θάψον Müller, Helm ; ΘύθνηςM : Θένης Müller ; εἰς Κέρκιναν κατὰ πόλιν M : εἰς Κέρκιναν <—-> κατὰ <τὴν> πόλιν Müller, εἰς Κέρκιναν <νῆσον καὶ> πόλιν Helm ; Θαψὸν M : Θάψον Müller, Helm ; βορρᾶν : βορρὰν M
113 Θάψους : Θαψους M, Θάψου Müller ; ΛέπτηνM : Λέπτιν Müller ; καταϕανῆ ἔχει βραχέα Müller, Helm : καταϕανὴς καὶ βραχέα M
114 Θερμὰς : Θερμας M
115 ἔχον δύο νησία Müller, Helm : ἔχων διονύσια M
117 παραϕαίνωνM : <ὡς> παραφαίνειν Müller ; ἡ Ἀσπὶς καὶ ἐπ’ αὐτῇ ΝεάπολιςM : [ἡ Ἀσπὶς καὶ ἐπ’ αὐτῇ] Νεάπολις Müller ; ὑψηλός ἐστιν ὁ τόπος καὶ ἐπ’αὐτῷ ἡ πόλις M, del. Helm
118-120 Ἀπὸ Ἀσπίδος ἐπὶ Θερμα M : inter Ἀσπίδος et ἐπὶ Θερμὰ lacunam ita suppl. Müller, Helm Ἀπὸ Ἀσπίδος <ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι*>. 119 <Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι*> Müller. 120 <Ἀπὸ Μισούας λιμένος> ἐπὶ Θερμὰ ; ἐπὶ Θερμὰ : ἐπὶ Θερμα M ; τὰ Θερμά : τὰ Θερμα M
122 Κάρπην : Καρπην M ; Μάξυλαν : Μαξυλαν M
123 Γαλάβραντα : Γαλαβραντα M ; ἕως α’ μ(υριάδα) μωδίων ἀγωγῆς : ἕως ἀμμωδίων ἀγωγῆς M, ἕως <τῆς τῶν> ἀμμώδων ἀγωγῆς Müller, Helm
124 Χαλκηδόνα M : Καρχηδόνα Müller, Helm ; δεξιὰν M : <ἐπὶ> δεξιὰν Müller ; Χαλκηδόνα M : Καρχηδόνα Müller, Helm
125 ΧαλκηδόνοςM : Καρχηδόνος Müller, Helm ; Κάστρα ΚορνηλίωνM : Κάστρα Κορνηλίου Müller, Helm
126 Κάστρων ΚορνηλίαςM : Κάστρων Κορνηλίου Müller, Helm
127-128 post Ἀπὸ Οὐστίκων lacunam suspexit Müller, quam Cuntz antiquiorem esse quam M statuit
129 χωρίον : χωριων M
132 παραπλέοντες εἰσελθεῖν M : παραπλέοντες [εἰσελθεῖν] Müller, Helm ; Πάλτον : Παλτον M ; [383 H] στάδ(ιοι) : σταΔΔ M
133 Πελληταν M : Παλτηνῶν Müller
134 Πελλήτων M : Παλτηνῶν Müller ; ἔχοντι M : ἔχοντα Müller ; καθ’ αὑτὸν : καταυτ M
135 Πελλήτων M : Παλτηνῶν Müller ; Ταλβας M : Γάβαλα Müller, Helm
136 Ταλβῶν M : Γαβάλων Müller, Helm
137 ἀπὸ ⟨τοῦ⟩ πλωτοῦ Cuntz Helm : ἀπὸ <-> πλωτοῦ Müller, ἀπὸ πλωτοῦ M ; ἐϕ’ ἧς Müller, Cuntz, Helm: ἑξῆς M ; τὰ πρὸς ἠὼ τῆς ἄρκτου M : τὰ πρὸς ἠῶ <μέρη> τῆς ἄρκτου Müller
141 Πόλιαν M : Πολιὰν Müller, Helm
144 ὁρίζοντα : ὁρίζοτν M ; τὸ Κάσιον M : τὸν Κάσιον Helm
146 τ[ρ]όπον Helm : τρόπον M, τόπον Müller
150 Ῥωσσαίων M : Ῥωσαῖον Müller ; κόλπον : κόλπων M ; [405 H] στάδ(ιοι) : σταΔΔ M
152 κατ’ Ἴσσον Müller, Helm : κατισίου M
153 titulum om. Helm
154 τοῦτό ἐστιν ὑπερβῆναι εἰς τὸν τόπον εἰς πόλιν M, Helm: <ἀπὸ> τούτου ἐστὶν ὑπερβῆναι εἰς [τὸν τόπον] εἰς <Νικό>πολιν Müller
155 : Ἀμινσὸν M : Ἰσσὸν Müller
156 Ἀμινσοῦ M : Ἰσσοῦ Müller ; Ἀμμωνιακὰς M : Ἀμανικὰς Müller, Helm
157 ἄλλην M : Ἀλὰς Müller, Helm
158 ἄλλων M : Ἀλῶν Müller, Helm ; ἐπὶ τὸν πόλον νότῳ Müller, Helm : ἐπι του πολου νοτου M
159 1 Σερετίλην Cuntz, Helm : Σερετίλ’ M, Σερρέτιλλιν Müller ; 2 Σερετίλην M : Σερρέτιλλιν Müller ; ἐπὶ τὸν πόλον νότῳ Müller, Helm : ἐπι του πολου νοτου M ; 3 Σερετίλλην M : Σερρέτιλλιν Müller
160 ἐπάκραν M : ἐπ’ ἄκραν Müller
162 Μαλλὸν : Μαλλον M
163 ἐπὶ Πύραμον ποταμόν M : ἐπὶ Πυράμου ποταμοῦ Müller
164 2 Πύραμος καλεῖται M : <ὃς> Πύραμος καλεῖται Müller ; 3 τοῦ Σκοπέλου M : τοῦ <Ῥωσαίου> σκοπέλου Müller, τοῦ <*> σκοπέλου Helm ; Ἀντιόχειαν : Ἀντιοχ M ; ἔπειτα πρὸς ἀνατολὴν τῆς ἠπείρου νότῳ τὰ εὐώνυμα M : ἐπὶ τὰ πρὸς ἑσπέραν <τῆς ἄρκτου μέρη> νότῳ, <κατὰ> τὰ εὐώνυμα Müller ; διαραμένῳ Miller, Cuntz, Helm : διαραμω M
165 τῆς ἄρκτου νότῳ μικρῷ παρέλκας M : τῆς ἄρκτου <ἀπηλιώτῃ> νότου μικρόν<τι> παρέλκοντι Müller
166 Ἄρειον M : Σάρον Müller, Helm
167 Ἀρείου M : Σάρου Müller, Helm ; ἐπὶ στόμα M : ἐπὶ <τὸ> στόμα Müller ; καλεῖται : καλειτ M
168 in marg., prima manu, περὶ Ταρσοῦ ; ῥέει δὲ <διὰ> μέσης : ῥέει δὲ μέσης M, ῥέει διὰ μέσης corr. Müller, Helm
169 Ταρσοῦ M : Ῥηγμῶν Müller
172 Ἐλαοῦντα M : Ἐλαιοῦντα Müller, Helm
173 Σελαούσης M, Cuntz: Ἐλαιούσης Müller, Helm ; ἀκρωτήριον M : ἄντρον Müller, Helm
125 ἐπὶ τὴν Ποικίλην Πέτραν M : ἐστὶν ἡ Ποικίλη πέτρα Müller ; ἐπὶ Λύκου M : ἐπὶ Καλυκάδνου Müller, Helm
176 τῆς : της M ; κλίμακος M : Κορακησίου Müller ; Καλύδνον M : Καλυκάδνον Müller, Helm
177 ὡς ἀπὸ τῆς Σαρπηδονίας σταδ(ίους) M: ὡς σταδ(ίους) corr. Müller, Helm
178 Καρπασίαν Cuntz : Καρπασια M
179 Ἀπὸ τῆς ἄκρας ἔγγιστα πρὸς τὴν Κύπρον M: Ἀπὸ τῆς ἄκρας τῆς Σαρπηδονίας, ἔγγιστα <κειμένης> πρὸς τὴν Κύπρον Müller
180 εἰς Σώλους M: εἰς Ὅλμους Müller, Helm
181 τῶν ὁρμῶν M: τῶν Ὅλμων Müller, Helm
185 εὐωνύμων ἔχοντι em. Müller, Cuntz, Helm : εὐωνύμων ὑμῶν ἔχοντ M ; ἐπ’ ἄκραν καὶ πόλιν Ἀϕροδισιάδα : ἐπάκραν καὶ πόλιν Ἀϕροδισιαδα M
184 Πιτυοῦσαν M : Πιτυοῦσαν Müller ; Πιτυοῦσα M : Πιτυοῦσα Müller ; Πιτυούσης M : Πιτυούσσης Müller
185 ἐκ τῶν εὐωνύμων ἔχοντι Müller, Helm : ἐκ τῶν εὐωνύμων ὑμῶν ἔχοντι M ; Πιτυοῦσαν M : Πιτυοῦσαν Müller
186 πρὸς τὴν Αὐλιῶνα ἀκτὴν κατὰ M : πρὸς Ἀχαιῶν ἀκτὴν, <ἐφ’ ἣν> κατὰ ; ἔχοντι corr. Müller, Helm : ἔχουσα πρὸς M
187 ⟨καὶ Μέλανα ποταμὸν⟩ add. Helm
195 Διονυσιοϕάνους M : <τῶν> Διονυσιοφάνους Müller, Helm
197 Ἀνεμουρίου : Ἀνεμούριο intellege Ἀνεμούριον M ; Κρόμμω : Κρόμμω M, Κρομμύου Müller, Helm
198 : Ἀνεμουρίου : Ἀνεμουριου M
201 Ζεφελίοις M : Νεφέλιον Müller, Νεφελίου Helm
202 Ζεφελιου M : Νεφελίου Müller, Helm ; Νησιαζούσης M : νησιάζουσαν Müller
203 Σεληνοῦντα M : Σελινοῦντα Müller, Helm
204 Σεληνοῦντος M : Σελινοῦντος Müller, Helm
205 Ἀκάμαντο M : Σελινοῦντος Müller, Helm
206 ἐπὶ θαλάσσης Λαέρτου M : Λαέρτην ἐπὶ θαλάσσης Müller
208 Ἀννησιν M : Αὔνησιν Müller, Helm ; χω(ρίον) : χω M ; ἐπὶ χωρίον M : <—> ἐπὶ χωρίον Müller; ἀνάξιον : ανάξιον M, Ἁμαξίαν Helm
209 Ἀναξίων M : Αὐνήσεως Müller
211 Κύβερναν M : Κίβυραν Müller
212 Κυβέρνης M : Κιβύρας Müller ; ναοῦ M : ναὸν Müller, Helm
213 Μέλανον M : Μέλανα Müller
215 1 Ἀτάλειαν : Ἀταλειαν M ; 2 Ἐμπόριον : Ἐμποριον M, τὸ <Κωρύκιον> ἐμπόριον Müller, Helm ; 3 Κωρακίου M : <τοῦ> Κωρυκίου <ἐμπορίου> Müller, Helm
217 καὶ Κυνοσάριον suppl. Helm
220 ⟨Ἀπὸ⟩ τοῦ Κέστρου ἐπὶ Ῥουσκόποδα ⟨στάδ(ιοι) *⟩ Müller, Helm
223 Μυγδάλων : Μυγδαλων M
224 Λύρναντα : ΛυρνανταM
226 <Ἀπὸ Λύρναντος εἰς Φάσηλιν στάδιοι*·>ante ὑπὲρ τῆς πόλεως suppl. Müller, Helm ; Φάσιλις : Φασιλις M ; Ὑπὲρ τῆς πόλεως ὄρος μέγα ὑπέρκειται Φάσιλις M : ὑπὲρ τῆς πόλεως ὄρος μέγα ὑπέρκειται [Φάσηλις] Müller ; ὑπὲρ τῆς πόλεως ὄρος μέγα [ὑπερ]κεῖται [Φάσηλις] Helm
228 ⟨αὐτοῦ⟩ suppl. Müller, Helm
229 <Ἀπὸ Φοινικοῦντος εἰς Κράμβουσαν στάδιοι νʹ,> ante Ἐκ δὲ Φασίλιδος suppl. Müller, Helm
230 Ποσιδαρισοῦντος M : Ποσιδαρισοῦντα Müller
232 [486 H] Μέλανος ποταμοῦ : Μελανος ποταμου M ; [486 H] στάδ(ιοι) : σταΔΔM ; titulum Λοιπὸν Λυκία post 233 moverunt Müller, Helm
233 Mαραι M : <ἐπὶ> Μάριον Müller, Helm ; Κυπρίας M : Κύπρου Müller, Helm ; οὐριώτα<τα> Müller, Helm : οὐριώτα M
236 <πο>ταμὸν Müller, Helm : ταμὸν M ; Ἀλμυρὸν M : Λάμυρον Müller, Helm ; Ἀλμυρὰ M : Λάμυρα Müller, Helm
238 Ἀδριακὴν M : Ἀνδριακὴν Müller
239 ἈδριακῆςM : Ἀνδριακῆς Müller ; ΣόμηνανM : Σόμηνα Müller, Σόμηνα<ν> Helm
240 ΣόμηνανM : Σομήνων Müller
243 ΜεγέστηνM : Μεγίστην Müller, Helm
244 Μεγέστης M : Μεγίστης Müller, Helm , ῬόπηνM : Ῥώγην Müller, Helm
245 ῬόπηςM : Ῥώγης Müller, Helm
246 ΠάταρανM, Cuntz: Πάταρα Müller, Helm
254 [208 H] ΛαγουσῶνM : Λαγούσης Müller ; ΤελεμενσὸνM : Τελμησσὸν Müller
255 ΤελεμενσοῦM : Τελμησσὸοῦ Müller
254 [509 H] Γίνονται ὁμοῦ οἱ πάντες … Λοιπὸν Καρία post 255 M : post 254 [508 H] moverunt Müller, Helm ; <ἀπὸ τῆς Ἱερᾶς ἄκρας> suppl. Müller, Helm ; [509 H] στάδ(ιοι) : σταΔΔM
258 ΚρούανM : Κρύα Müller
259 ΚρούωνM : Κρύων Müller ; τὸν ΚοχλιανM : τὰς Κλύδας Müller
261 Γλαύκου : Γλαυκου M
262 τῶνM : τὸν Müller
265 ΠασάδανM : Πασάδης Müller
267 ΛευκοπαγονM
268 ⟨τὸ⟩ Ποσείδιον Müller, Helm : Ποσείδιον M
270 ἘλαοῦσανM : Ἐλαιοῦσσαν Müller
271 Ἐλαούσης M : Ἐλαιούσσης Müller ; Μαλλὸν : Μαελὸν prima manu, post ε erasum, λ scriptum eadem manu
272 in margine π(ερι) τ(ης) Ῥόδου M ; 2 Κάλονα scriptum in rasura ; 3 Κερασίαν M : Καισάρειαν Müller, Helm ; 5 Σιδῶνα M : Σιδόνα Müller ; 11 οὐριώτατ<α> ζυϕύρῳ Müller, Helm : οὐριώτατ ζυφυρω M ; 18 ΝήσυρονM : Νίσυρον Müller ; 19 ΤίλονM : Τῆλον Müller ; 20 Καρπάσου Helm : Καρπασου M, Καρπάθου Müller
273 <Ἔστι δὲ ἀπὸ Ῥόδου εἰς τὸ Σκύλαιον τῆς Ἀργολίδος πλέειν οὐριώτατα σταδίοις*> ante πλεύσεις δὲ suppl. Müller, Helm ; νήσους ΝήσυρονM : νήσους [τὴν] Νίσυρον Müller ; ἈστυπαλαίανM : Ἀστυπάλειαν Müller ; τὴν Λέρον καὶ τὴν ἈμουργὸνM : τὴν Λέρον <καὶ τὴν Κίναραν καὶ τὴν Ἀμοργὸν καὶ πλεύσεις ἐπὶ τὴν Δόνουσαν σταδίους ν*> Müller ; Δάφνην M : Σίφνον Müller ; καὶ Ἴον καὶ Σίκινον καὶ τὴν Δάφνην καὶ τὴν Δήραν καὶ τὴν Σέριφον καὶ τὴν Κύδνον post λαβὲ εὐώνυμον movit Müler ; καὶ τὴν Δήραν del. Müller ; Κύδνον M : Κύθνον Müller ; εὐώνυμον M : εὐωνύμους Müller
276 Μύνδον : Μυνδον M
279 διὰ πόρου del. Müller, Helm
280 τὴν Δῆλον πλέειν M : τὴν Δῆλον <διὰ πόρου> πλέειν Helm ; πλέειν ⟨ἐπὶ τὴν δύσιν⟩ τοῦ κριοῦ οὐριώτατ(α) Helm : πλέειν τοῦ κύρου οὐριώτατ M, πλέειν <ἐπὶ τὴν δύσιν] τοῦ ἡλίου οὐριώτατα Müller; τὰ Ὑψίρισμα M : τὸ Ὑψίρισμα Müller, Helm ; τὰς Καλύδνας καὶ [τὴν Κέλεριν καὶ] τὴν Λέρον Müller, Helm : τὰς Καλύδνας καὶ τὴν Κέλεριν καὶ τὴν Λέρον M ; καὶ τὴν Πάτμον [καὶ], ⟨ἐκ τῶν εὐωνύμων δὲ⟩ Κινάραν Helm : καὶ τὴν Πάτμον καὶ ΚινάρανM ; τὴν Μήκωνον ἐκ τῶν εὐωνύμων καὶ τείνων καταχθῇς εἰς Δῆλον M : τὴν Μύκονον ἐκ τῶν εὐωνύμων καὶ Τῆνον <ἐκ δεξιῶν ἔχων> καταχθῇς εἰς Δῆλον Müller, τὴν Μήκωνον [ἐκ τῶν εὐωνύμων καὶ τείνων] καταχθῇς εἰς Δῆλον Helm
281 ἥτις ἐστὶ διὰ τῆς ἈττικῆςM : <—> ἥτις ἐστὶ διὰ τῆς Ἀττικῆς <—> Müller, <εἰς->, ἥτις ἐστὶ [διὰ] τῆς Ἀττικῆς Helm ; ΚαλύδνουM : Καλύδνης Müller ; τῆς ’ΟρβίδαςM : τὴν Ὀροβίδα Müller ; λαβὼν <δεξιὰν]> Müller, Helm ; Ἀμουργίας M : Ἀμοργίας Müller ; NοσοῦσανM : Δόνουσαν Müller, Helm ; ΚύδνονM : Κύθνον Müller
282 titulum Nῆσοι om. Müller, Helm ; 4 ΚινάρωνM : Κινάρου Müller, Helm ; ἈμουργίαςM : Ἀμοργίας Müller ; ἐπὶ τὰ πέρατα M : ἐπὶ τὰ Κέρατα Helm ; ὁ παράπλους ἐπὶ τὰς KορσίαςM : ὁ παράπλους τῆς Ἀμοργίας εἰς Μινώαν Müller, ὁ παράπλους ἐπὶ <τὴν Μηνόαν>Helm ; 5 del. Müller, qui supplevit <Ἀπὸ Μινώας ἐπὶ τὴν Κέρειαν πλεύσεις σταδίους πεʹ> ; ἀπὸ Κορσίων εἰς Μηνόας M : ἀπὸ [Κορσίων εἰς] Μηνόας <ἐπὶ τὴν Κέρειαν> Helm ; 6 ΚορσίαςM : Κερείας Müller, Helm ; ΚορσίανM : Κερείαν Müller, Helm
283 3 ἀπὸ Λέρου M : ἀπὸ <τοῦ Παρθενίου τῆς>Λέρου Müller, Helm ; 5 ἀπὸ [τῆς ἅψης] Ἀμαζωνίου : ἀπὸ τῆς ἅψης Ἀμαζωνίου M, Helm, ἀπὸ τῆς ἄψης <—> Ἀμαζωνίου Müller ; ἀπὸ τῆς ἀκτῆς Ἀμαζωνίου corr. Hoffmann, ἀπὸ τῆς ἄκρας Ἀμαζωνίου Gail ; 6 ΧῖονM, Gail : Σῦρον Müller, Helm ; inter 6 et 7 <ἀπὸ Σύρου εἰς Ἄνδρον σταδίους*·> suppl. Müller, Helm ; 7 ΤύρουM : Γαυρίου Müller, Helm ; 8 ἀπὸ Τύρου ἐπὶ ἀκρωτήριονM : ἀπὸ Γαυρίου ἐπὶ [τὸ Παιώνιον] ἀκρωτήριον Müller ; ἀπὸ Γαυρίου ἐπὶ <—> ἀκρωτήριον Helm ; 9 ἀπὸ τοῦ ἀκρωτηρίου ἔγγιστα M : ἀπὸ τοῦ ἀκρωτηρίου <εἰς Γεραιστὸν> ἔγγιστα Müller, Helm ; 10 Κρεγέας M : Γεραιστοῦ Müller ; inter 9 et 10 titulum Νῆσοι ἄλλαι om. Müller, del. Helm ; 11 ΠεταλέαςM : Πεταλίας Müller
284 Ἐπάνειμι πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα : ἐπανίημι πάλιν ἐπὶ τὰ ἔκδηλα διαστήματα M ; 2 Ἀμουργίαν M : Ἀμοργίαν Müller ; 6 ΚίμαλλονM : Κίμωλον Müller, Helm ; 8 ΚύδνονM : Κύθνον Müller ; 9 ΤένονM : Τῆνον Müller, Helm ; 11 Δόνουσαν : Δονουσαν M ; 13 τοῦ Μελανθίου σκοπέλου M : τοὺς Μελανθίους σκοπέλους Cuntz, τοὺς Μελαντέους σκοπέλους Helm ; τὸν Μελάντειον σκόπελον Müller ; 14 ΚαἰαςM : Κέων Müller, Helm
286 ΒαρβυλίανM : Βαργύλια Müler, Helm
287 Ποσείδιον καὶ ἌγκιστρονM : Ποσείδιον <τὸ> καὶ Ἄγκιστρον Müller
288 βαρβυλιω(ν) M : Βαργυλίων Müller, Helm ; ῎Ιασον : Ἰασόν M
291 Οἰκεῖται κατέναντι ΠάσσαλαM : Κεῖται κατέναντι <Ἰασοῦ> Πάσσαλα Müller, Helm
295 ΦαρμακούσηςM : Φαρμακούσσης Müller, Helm
296 [551 H] ΤελεμενσοῦM : Τελμησσοῦ Müller, Helm
297 εἰς Κύπρον εὐώνυμα ἔχοντι M : τὴν Κύπρον εὐώνυμον ἔχοντι Müller, τὴν Κύπρον εὐώνυμα ἔχοντι Helm, εἰς del. Hoffmann ; μεσημβρίαν Müller, Helm : μεσημβρίαM
298 Νουμένιον M, recte Cuntz : Νουμήνιον priores ; θλῖβε δεξιᾷ : θλίβε δεξιαM ; ρκεʹM : [ρ]κεʹ Helm
300 ΤρίτουςM : Τρήτους Müller, Helm
302 ΜαθουσταM : Ἀμαθοῦντα Müller, Helm
303 Καραίας M : Καργαίας Müller ; post 303 lacunam fosse statuerunt Müller, Helm
305 Σαλαμῆνα M : Σαλαμῖνα Müller
305a Σαλαμῆνος M : Σαλαμῖνος Müller
307 ἐπὶ τὰ Ἄκρα M : ἐπὶ τὰ Ἄκρα <—>Müller ; ἐπιχαρωπὸς M : χαροπὸς Müller
309 Ἀρσινόην τῆς Κιλικίας M : Ἀρσινόην τῆς Κύπρου Müller, Helm
310 Κρομνακοῦ M : Κρομμυακοῦ Müller, Κρομυακοῦ Cuntz, Helm
311 Σώλους M : Σόλους Müller
312 Σώλων M : Σόλων Müller ; Κυρήναιον M : Κερύνειαν Müller
313 Κυρηνίου M : Κερυνείας Müller
314 Καρπασαίαν M : Καρπάσειαν Müller, Helm
315 Καρπασαίας M : Καρπασείας Müller, Helm
317 Κήπου M : Κιτίου Müller, Helm ; Ἀσκάλωνα : Ἀσκαλωνα M
318 Κασίου M : Κάσου Müller ; ἀνέχον : ἀνέχων M ; βορρᾶν corr. Müller : βορὰν M ; ἐπίπολυ : ἐπι πολύ M
319 καλεῖται M : <ἣ> καλεῖται Müller
320 ἀπέχον corr. Müller : ἀνέχον M
321 καλεῖται : καλειταιM
322 Λεβήνας : Λεβῆνας M ; Ἅλας : άλας M
325 Σουλήνας corr. M quod primum Σουλῆνας scriptum est ; ΨυχέανM : Ψυχέα Müller
326 ΨυχέαςM : Ψυχέως Müller ;ἀπὸ δὲ Πύδνης … ὕδωρ ἔχει post εἰς Ψυχέαν στάδ(ιοι) ιβʹ (325) movit Müller ; Ψυχέα : Ψυχεα M
329 ΦοινίκηςM : Φοίνικος Müller
332 Ἀπὸ Συΐας εἰς Λισσὸν στάδιοι λʹ. suppl. Müller
335 ΒίενονM : Βίεννον Müller, Helm
336 Βίεννον M : Βιέννου Müller ; ΦαλανσαρανM : Φαλάσαρναν Müller
337 κατάκρημνον : κατὰ κρημνὸν M
338 ἐστιν: ἐστι M
340 ΚισσάμουM : ΚισάμουMüller, Helm ; τὴν ΤύρονM : Τίτυρον Müller
341 τὴν ΤύρονM : Τίτυρον Müller ; Δικτυνον M : Δικτυνναῖον Müller, Helm ; ⟨καὶ⟩ αἰγιαλός Helm : αἰγιαλός M, ἐν αἰγιαλῷ Müller
342 Δικτυνίου M : Δικτυνναίου Müller, Helm ; Κρήτην πρὸς M : Κρήτην <καὶ> πρὸς Müller
343 ΚοιλωνίανM : Κυδωνίαν Müller, Helm
344 ΚοιλωνίαςM : Κυδωνίας Müller, Helm πεζῇ : πεζὴ M ; μίλια ρκʹ M : στάδιοι ρκʹMüller ; ΜίνωM : Μίνως Müller ; καλεῖται : καλειτ M
346 πεζῇ : πεζὴ M ; μίλια νʹ M : στάδιοι νʹ Müller
347 Ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων νʹM del. Müller, Helm
348 ΜονησόςM : Κνωσός Müller, Helm
350 ΣολοῦντοςM : Ὀλοῦντα Müller, Helm
351 ΣολοῦντοςM : Ὀλοῦντος Müller, Helm
352 ἑτέρανM : Ἴστρον Müller, Helm
353 ἑτέρας M : Ἴστρου Müller, Helm ; Κητίαν : Κητιαν M
354 Διονυσιάδα M : Διονυσιάδας Müller
355 Διονυσιάδος M : Διονυσιάδων Müller ; Σαμμώνιον Helm : ἀμμώνιο M, Σαμώνιον Müller ; Κρήτην : Κρητ M
Post textum, manu Laskaridis scr., custos legitur ἀκρωτηρ